Ancient Greek · ~4 min
191 to 198
Aristophanes of Byzantium, Historiae Animalium Epitome 191-198
Not analysed yet
(191) οἱ δὲ Αἰγύπτιοι κύνες δειλότατοι. τὰ γοῦν ἐν τῷ Νείλῳ θηρία δεδιότες οὐ κύψαντες πίνουσιν, ἀλλά λάπτοντες τρέχουσι, λαθραίως τὸ πόμα λαμβάνοντες. (192) φασὶ δὲ τοὺς Μεμφίτας κύνας ἐς μέσον τὰς ἁρπαγὰς κατατιθεμένους ἐσθίειν κοινῇ. (193) Λακωνικαὶ δὲ κύνες ποικίλαι εἰσίν· αἱ μὲν γὰρ τῆς κούφης φορᾶς εἰσι, τοῖς λαγωοῖς ἐπιφερόμεναι καὶ τὸ ἐνθύμημα τῶν διωκομένων προφθάνουσαι οἰκείῶ νοήματι (194) αἱ δὲ Κρητικαὶ κύνες ἰχνευτικαὶ πάνυ· ἕτεραι δὲ Κρητικαὶ κύνες καὶ οἰκουροί εἰσιν. (195) αἱ δὲ Παιονικαὶ πρὸς ἐλάφους ἀγρίους ὁμόσε χωροῦσι μάλιστα καθοπλισθεῖσαι. (196) αἱ δὲ Ὑρκανοὶ κύνες λεοντόποδές εἰσιν, εὔστερνοι καὶ εὐτράχηλοι, βρυχοειδὲς ὑλακτοῦσαι καὶ πρὸς λέοντας μαχόμεναι· ἀπὸ δὲ Ἰνδῶν εἰς Ὑρκανίαν τὸ γένος ἦλθεν. (197) αἱ δὲ Μελιταῖαι κύνες πρὸς τάχος καλαί, ἐπιμελείας δὲ δεόμεναι. (198) πᾶς δὲ κύων, εἰ μὲν ὑγιαίνων δάκῃ, τραῦμα εἰργάσατο, ἐὰν δὲ λυττᾷ, διέφθειρεν, ὕδωρ τε δεδιέναι κατηνάγκασε πρῶτον, καὶ ὁ μετριάσαι δοκῶν πάλιν ἐξάπτεται εἰς τὴν ὀδύνην καὶ ὑλακτήσας ἀπέθανεν. ἀκέστρια δὲ ἀκουμένη χιτώνιον, ῥαγὲν ὑπὸ λυττῶντος κυνός, δακοῦσά πως τῷ στόματι τὸ χιτώνιον, ἵν’ ἀποτείνῃ αὐτό, ἐλύττησε καὶ ἀπέθανεν.