Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 199
Not analysed yet
(199) Νικίας τις τῶν κυνηγετούντων ἀπροόπτως φερόμενος εἰς ἀνθρακευτῶν κάμινον κατηνέχθη· οἱ δὲ κύνες οἱ σὺν αὐτῷ τοῦτο ἰδόντες οὐκ ἀπέστησαν, ἀλλὰ τὰ μὲν πρῶτα κνυζώμενοι περὶ τὴν κάμινον καὶ ὠρυόμενου διέτριβον, τὰ δὲ τελευταῖα μονονουχὶ τοὺς παριόντας ἠρέμα καὶ πεφεισμένως κατὰ τῶν ἱματίων δάκνοντες, εἶτα ἕλκοντες ἐπὶ τὸ πάθος, οἷον ἐπικούρους τῷ δεσπότῃ παρακαλοῦντες τοὺς ἀνθρώπους οἱ κύνες. καὶ γοῦν εἷς ὁρῶν τὸ γινόμενον ὑπώπτευσε τὸ συμβὰν καὶ ἠκολούθησε καὶ εὗρε τὸν Νικίαν ἐν τῇ |καμίνῳ καταφλεγέντα, ἐκ τῶν λειψάνων συμβαλῶν τὸ γενόμενον.