Ancient Greek · ~5 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 202
Not analysed yet
(202) Ἴδιον δὲ ἄρα τῆς τῶν κυνῶν εἰς τοὺς τρέφοντας εὐνοίας καὶ ἐκεῖνο μαρτυρεῖ· ὁ Κολοφώνιιος ἀνὴρ παραγίνεται εἰς τὴν Τέων συνωνησόμενός τινα· καὶ γὰρ ἧν ἐμπορικὸς καὶ τὴν ἐκ τῶν ὼνίων καπηλείαν τε καὶ μεταβολὴν πρόσοδον εἶχεν· ἀργύριον δὲ ἐπήγετο καὶ οἰκέτην καὶ κύνα, ἔφερε δὲ τὸ ἀργύριον ὁ δοῦλος. ἐπεὶ δὲ πρὸ ὁδοῦ ἦσαν, ὁ οἰκέτης ἐξετρέπετο· ἤπειμε γάρ τι αὐτὸν τῶν κατὰ φύσιν· ἠκολούθησε δὲ καὶ ὁ κύων. τὸ τοίνυν φασκώλιον ἀνέπαυσεν ὁ νεανίας, καὶ ἀνελέσθαι πάλιν οὐκ ἐνενόησεν, ἀλλὰ ᾤχετο ἀπιών. ὁ δὲ κόων ἑαυτὸν κατακλίνας ἐπὶ τῷ ἀργυρίῳ ἔμεινεν ἥσυχος. ἐλθόντες τε εἰς τὴν Τέων ὅ τε δεσπότης καὶ ὁ οἰκέτης, εἶτα μέντοι ἄπρακτοι ἐπανῆλθον, ὅτου ὠνήσαιντο οὐκ ἔχοντες· τὴν αὐτήν γε μὴν ἐκτρέπονται πάλιν ἔνθα ὁ οἰκέτης ἀπέλιπε τὸ βαλάντιον, καὶ καταλαμβάνουσι τὸν σφέτερον κύνα ἐπικείμενον αὐτῷ καὶ μόλις ἐμπνέοντα ὑπὸ λιμοῦ. ὁ δέ, ὡς εἶδε τὸν δσπότην καὶ τὸν ὁμόδουλον, ἑαυτὸν ἀποκλίνας κατὰ τοῦ φασκωλίου, κατὰ τὸν αὐτὸν χρόνον καὶ τὴν φρουρὰν καὶ τὴν ψυχὴν ἀφῆκεν. οὔκουν οὀδὲ ὁ Ἄργος ὁ κύων μυθοποίημα ἧν, ὧ θεῖε Ὅμηρε, σόν, οὐδὲ κόμπος ποιητικός, εἴπερ οὖν καὶ τῷ Τηΐῳ ταῦτα ἀπήντησεν ὅσα προεῖπον.