Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 203
Not analysed yet
(203) Ὑρκανοῖς καὶ Mάγνησιν οἱ κύνες συνεστρατεύοντο, καὶ ἧν καὶ τοῦτο συμμαχικὸν ἀγαθὸν αὐτοῖς καὶ ἐπικουρικόν. συστρατιώτην δέ τις Ἀθηναῖος ἐν τῇ μάχῃ τῇ ἐν Μαραθῶνι ἐπήγετο κόνα, καὶ γραφῇ εἴκασται ἐν τῇ Ποικίλῃ ἑκάτερος, μὴ ἀτιμασθέντος τοῦ κυνός, ἀλλ’ ὁπὸ τοῦ κινδύνου μισθὸν εἰληφότος ὁρᾶσθαι σὺν τοῖς ἀμφὶ τὸν Κυναίγειρον καὶ Επίζηλόν τε καὶ Καλλίμαχον. ἔστι δὲ καὶ οὗτοι καὶ ὁ κύων Νίκωνος γράμμα· οἱ δὲ οὐ τούτου, ἀλλὰ τοῦ Θασίου Πολυγνώτου φασί.