Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 204
Not analysed yet
(204) Ἴδια δὲ ἄρα κυνῶν καὶ ἐκεῖνα, εὐνοίας ὑπερβολὴν πᾶσαν ἐκνενικηκότα. Πώλῳ μὲν τῶν τῆς τραγῳδίας ὑποκριτῶν ὁ κύων ὁ τρόφιμος αὐτοῦ τεθνεῶτι καὶ καιομένῳ ἑαυτὸν συγκατέπρησε τῇ πυρᾷ ἐμπηδήσας. καιομένῳ δὲ καὶ Μέντορι σκύλακες Ἐρετρικαὶ ἑαυτὰς συγκατέπρησαν ἑκοῦσαι κοινωνήσασαι τοῦ τέλους. Θεόδωρον δὲ ἄνδρα ψαλτικὴν ἀγαθόν, τὸν μὲν ἐς τὴν σορὸν ἐνέθεσαν οἱ προσήκοντες, κυνίδιον δὲ Μελιταῖον ἑαυτὸ ἐνέβαλε εἰς τὴν θήκην τοῦ νεκροῦ καὶ συνετάφη. πέπυσμαι δὲ καὶ Αἰθιόπων εἶναι ἔθνος, ἐν ᾦ βασλεύει κύων, καὶ τῇ ἐκείνου ὁρμῇ πείθονται, καὶ ὑλακτοῦντος τὴν ὀργὴν συνιᾶσι. τοῦτο εἴ τῳ ἱκανὸς Ἐρμιππος τεκμηριῶσαι μάρτυρά οἱ τοῦ λόγου ἐπαγόμενος Ἀριστοκλέα, πειθέτω· ἐμὲ δὲ μὴ λαθὸν εἴτα ἐν καλῷ τῆς μνήμης ἀφίκετο.