Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 206
Not analysed yet
(206) Λόγου μὲν ἄμοιρος κύων, ἰσοδυναμοῦσαν δὲ ὅμως τῷ λόγῳ τὴν αἴσθησιν ἔχει. ἃ γὰρ οἱ κατὰ πολλὴν σχολὴν τοῦ βίου καθεζόμενοι μόλις ἐξεῦρον, οἱ τοῦ κόσμου σοφοί, τὰς τῶν συλλογισμῶν λέγω πλοκάς, ταῦτα δείκνυται παρὰ τῆς φύσεως ὁ κύων πεπαιδευμένος. τὸ γὰρ ἴχνος τοῦ θηρίου διερευνώμενος, ἐπειδὰν εὕρῃ αὐτὸ πολυτρόπως σχιζόμενον, τὰς ἑκασταχοῦ φερούσας ἐκτροπὰς ἐπελθών, μονονουχὶ τὴν συλλογιστικὴν φωνὴν ἀφίησι δι’ ὧν πράσσει. ἢ τήνδε, φησίν, ἐτράπη τὸ θηρίον ἢ τήνδε ἢ ἐπὶ τόδε τὸ μέρος, ἀλλὰ μὴν οὔτε τήνδε οὔτε τήνδε· λειπόμενόν ἐστι τῇδε ὁρμεῖσθαι αὐτό᾿᾿. οὕτω τῇ ἀναιρέσει τῶν ψευδῶν εὁρίσκει τὸ ἀληθές. τί περισσότερον ποιοῦσιν οἱ ἐπὶ τῶν γραμμάτων σεμνῶς καθεζόμενοι καὶ τὴν κόνιν καταχαράσσοντες, τριῶν προτάσεων ἀναιροῦντες τὰς δύο καὶ ἐν τῇ λειπομένῃ τὸ ἀληθὲς ἐξευρίσκοντες; τὸ δὲ μνημονικὸν τῆς χάριτος τοῦ ζῴου τίνα τῶν ἀχαρίστων πρὸς εὐεργεσίαν οὐ καταισχύνει; ὅπου γε καὶ φονευθεῖσι δεσπόταις κατ’ ἐρημίαν πολλοὶ τῶν κυνῶν ἐπαποθανόντες μνημονεύονται; ἤδη δέ τινες ἐπὶ θερμῷ τῷ πάθει καὶ ὁδηγοὶ τοῖς ἐκζητοῦσι τοὺς φονέας ἐγένοντο, καὶ ὑπὸ δίκην ἀχθῆναι τοὺς κακούργους ἐποίησαν.