Ancient Greek
207 to 221
Aristophanes of Byzantium, Historiae Animalium Epitome 207-221
Not analysed yet
(207) Ὁ λύκος ἔστι μὲν καὶ αὐτὸς καρχαρόδους καὶ τῶν πολυσχιδῶν, βκδίζει δὲ κατὰ διάμετρον. (208) ἔχει δὲ τὸν αὐχένα μονοσπόνδυλον, καθάπερ ὁ λέων. (209) αἰδοῖον δὲ ἔχει ὀστῶδες καθαρὸν καθάπερ ὁ ἀλώπηξ καὶ ἡ γαλῆ. (210) ἀνατμηθεὶς δὲ ἔχει γλῶτταν μεγάλην καὶ παχεῖαν, πνεύμονα ὀκτάλοβον, ἧπαρ ἑξάλοβον, κολίαν κυνὸς ὁμοίαν, τὰ δ’ ἄλλα ὅμοια κυνί. (211) ὀχεύεται δὲ καὶ ὀχεύει ὁ λύκος 〈κατὰ μίαν ὥραν⟩, τὰ δ’ ἄλλα πράσσει περὶ τὴν ἔκτεξιν ὅμοια κυνί. (212) ἴδιον δὲ ἔχει τοῦτο· καὶ καρχαρόδους γὰρ ὑπάρχων, ἔστι καὶ σαρκοφάγος. (213) ἐπιτίθεται δὲ μᾶλλον μὲν ὄνῳ, εἶτα βοΐ, καὶ κατὰ φλέβα λύων αἱμοποτεῖ. (214) λέγεται δὲ τοὺς μονολύκους καὶ ἀνθρώποις ἐπιτιθεμένους σαρκοφαγεῖν. (215) Ἱστορεῖ δὲ περὶ τὴν Μαιῶτιν λίμνην τοὺς λύκους ἐπὶ τοσοῦτον συνήθεις εἶναι τοῖς τὴν ἄγραν τῶν ἰχθύων ποιουμένοις, ὥστε καὶ συναναιρεῖσθαι τοῖς ἰχθυοθήραις τῶν ληφθέντων τοὺς ἡμίσεις. εἰ δέ ποτε μὴ δῶσι δοκοῦντες λήσεσθαι, τὰ δίκτυα αὐτῶν ψυχόμενα κατασχίζουσι. (216) Ζῇ δὲ ὁ λύκος ὅσα περ καὶ ὁ κύων ἔτη. (217) Ὅτι οἱ λύκοι ποταμὸν διαβαίνοντες, τὰς οὐρὰς τὰς ἀλλήλων ἐνδακόντες, ἀντιπίπτουσι τῷ ῥεύματι, καὶ ἀλύπως καὶ ἀσφαλῶς διενήξαντο. (218) ἐν Κρήτῃ δὲ λύκος οὐκ ἔστιν. (219) Ἔχθιστον δέ ἐστι τοῖς ἄλλοις θηρίοις. (220) δέδοικε δὲ λύκος κατὰ πρόσωπον ταύρου ἰέναι διὰ τὰ κέρατα· ὡς ἐξ εὐθείας οὖν μαχούμενος ἑαυτὸν ὑποφαίνει, εἶτα, ἐξελίξας, εἰς τὰ νῶτα ἀνέθορε, καὶ ἐγκρατῶς ἔχεται, καὶ κατισχύει σοφίᾳ φυσικῇ. (221) Λύκοι δὲ φεύγοντες ἐρημίας καὶ τὰ οἰκούμενα διώκοντες χειμῶνα δηλοῦσι.