Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 222
Not analysed yet
(222) Βοῦν δὲ ἐμπεσόντα εἰς τέλμα λύκοι φοβοῦσιν, ἐπιβῆναι τῆς γῆς οὐκ ἐπιτρέποντες· ἀναγκάζουσι δὲ ἰλυσπώμενον ἀποπνιγῆναι. εἶς δὲ εἰσπηδήσας ἐλάβετο τῆς οὐρᾶς, καὶ ἕλκει εἰς τὸ ἔξω, 〈καὶ〉 ἕτερος ἐκείνου καὶ ἄλλος ἑτέρου μέχρι τοῦ ἑστῶτος ἔξω τοῦ ὕδατος. καὶ τὸν τρόπον τοῦτον ἐξαγαγόντες δειπνοποιοῦνται τὸν βοῦν. καὶ βοὸς δὲ μόσχον εὑρόντες οἱ λύκοι προσπηδῶσι, καὶ τῶν μυκτήρων λαβόμενοι ἕλκουσιν· ὅταν δὲ θεάσωνται σφόδρα ἀντιτείνοντα, μεθῆκαν· καὶ ἐκεῖνος ὑπὸ τῆς ἐς τοὐπίσω βίας ἀνατέτραπται, καὶ οἱ λύκοι προσπεσόντες ἀνέρρηξαν τὴν νηδύν, καὶ ἐσθίουσιν αὐτόν.