Ancient Greek · ~7 min
229 to 236
Aristophanes of Byzantium, Historiae Animalium Epitome 229-236
Not analysed yet
(229) Μὴ λάθῃ δέ σε ὁ λύκος μηδέποτε προϊδεῖν, ἐπεὶ ἄφωνόν. σοι τὸ στόμα καὶ μηδὲ φθόγγον ἀφιέναι θείη δυνάμενον. (230) Λέγεται γοῦν ὡς πρόβατον ἁρπαγὲν ὑπ’ αὐτοῦ αὐθαιρέτως ἀκολουθεῖ οὔτ’ ὀδοῦσι δακνόμενον οὔτε στόματι ἐφελκόμενον· ἀλλ’ ἡνίκα δ’ ἂν τῆς ποίμνης ἀποκριθῇ, ἕπεται αὐτομόλως· εἰ δέ που καὶ ἀπειθήσειεν, ἀλλ’ αὐτὸ τῇ οὐρᾷ μαστίζων ὁ λύκος ἐλᾷ. (231) Βορώτατον μέντοι ὄντα καὶ φαγεῖν ἄτοπον ἡ φύσις μέτρα παιδεύει τροφῆς. ἡνίκα γὰρ διακορὴς γένηται καὶ ὑποπλησθῇ τὴν γαστέρα, ἐξοιδεῖται αὐτῷ ἡ γλῶσσα καὶ τοὺς τῆς τροφῆς ἀποφράγνυσι πόρους· καὶ τοιαύτην ὑπέχει δίκην ἀδηφαγίας ὁ λύκος. (232) Ἔστι δὲ τὴν ἀκοὴν τὸ ζῷον ὀξύτατον. λάθῃ γὰρ αὐτὸν οὐδὲ φαυλότατόν τι κνῦμα κτύπου, οὐδὲ τοῦ σηκοῦ ποτε τῶν προβάτων ὑπεξιόντων ἡ βάσις αὐτὸν διαφύγῃ, καὶ πορρωθέν γε ὄντα. τὴν κεφαλὴν γὰρ τῇ γῇ προσερείδων σαφῆ τῆς ἐκείνων βληχῆς τὴν αἴσθησιν ὑπανέλκει. (233) Διοίγεται μέντοι αὐτῷ τὸ στόμα οὐκ εὐπετῶς· ἔστι γὰρ τοῖς ὁδοῦσι συνειλημμένον. ἀλλ’ ἡνίκα δ’ ἂν εἰς θήραν χωροίη, μόλις αὐτὸ διοίξας, κεχηνὼς τοῦ λοιποῦ περιθέει τὴν ἄγραν. (234) οὕτω δὲ τὸ θηρίον πεπολεμωμένον ἐστὶ τοῖς προβάτοις, ὡς μηδὲ θανάτῳ ποτὲ σπένθέσθαι, ἀλλὰ καὶ ἔτι δήλην αὐτοῖς γίνεσθαι τὴν διαφοράν. εἰ γάρ, οὕτω συμβάν, κιθάρᾳ προβάτων χορδαῖς ἡρμοσμένῃ λύκου μία χορδὴ συμμιγείη. ταύτην μὲν ἀκούσεις ἄμουσόν τι καὶ ἀπῳδὸν ὑποφθεγγομένην, αἱ δὲ λοιπαὶ σιωπήσουσιν, ὥσπερ ἂν τοῦ πονηροῦ γείτονος ὑποσταλεῖσαι τὴν παρουσίαν. (235) Λυκάβαντα δὲ τὸν ἐνιαυτὸν σύνηθες ὀνομάζειν παρ’ ὃ μὴ πέφυκε πλεῖον ἢ ἐκ δώδεκα ἡ τῶν λύκων ἀγέλη ξυνισταμένη, ἢ ὅτι παρ’ ὅλον ἐνιαυτὸν ἅπαξ μέμνηται λύκος ἀφροδισίων. (236) Πρόβατον μέντοι ὑπὸ λόκου πληγὲν ἡδὺ μὲν ὑπάρχει φαγεῖν, τὸν χιτῶνα δὲ τὸν ἐκ τῶν ἐρίων φθειρῶν μάλιστα παρέχει γεννητικόν.