Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 237
Not analysed yet
(237) Πλεῖστα δὲ τὰ εἴδη τῶν λόκων· ὁ μὲν γὰρ ἰκτῖνος, ὁ δὲ κίρκος, ὁ δὲ τοξευτήρ, ἄλλος δὲ ὃς καὶ βασιλεύς ἐστι λόκων καὶ καλεῖται. οὖτος δὲ οὐδὲ πέφυκε βαρὺς εἶναι τοῖς προβάτοις, ἀλλ’ εἰ καὶ τῷ λιμῷ ποτε εἴκων διαρπάσειε, συνδιαιρεῖται τῷ νομεῖ τὴν θήραν, αὐτός τε τὸ ἥμισυ βεβρωκώς, ἐκείνῳ θάτερον ὑπολείπει. καὶ ἦν ἄρα ποτὲ βασιλεὺς Λυκάων δικαιοσύνης ἐχόμενος, τὸ γένος ἕλκων ἐξ Ἀρκαδίας, ὃς ἐπείπερ εἰς λύκον ἔτυχε μεταβεβληκώς, οὐ συμμετήλλαχε καὶ τὸ ἦθος, ἀλλ’ ἔμεινε δήπου δίκαιος ὤν.