Ancient Greek · ~3 min
245 to 251
Aristophanes of Byzantium, Historiae Animalium Epitome 245-251
Not analysed yet
(245) Ἔστι μὲν ἡ πάρδαλις καρχαρόδους καὶ πολυσχιήής· καὶ γὰρ πενταδάκτυλος ἐκ τῶν ἐμπροσθίων, ἐκ δὲ τῶν ὀπισθίων τετραδάκτυλος. (246) πορεύεται δὲ κατὰ διάμετρον. (247) ἔχει δὲ μαστοὺς δύο. (248) ἀνατμηθεῖσα δὲ τὰ μὲν ἄλλα ἔχει ὅμοια κυνί. γλῶσσαν δὲ ἔχει τραχεῖαν καὶ ῥινώδη, πνεύμονα ἑπτάλοβον καὶ κοιλίαν ὑείαν, κύησιν καὶ ἔκτεξιν πάντα ὅμοια κυνί. (249) Ἔστι δὲ ἡ θήλεα ἀνδρεοτέρα τοῦ ἄρρενος. (250) λέγεται δὲ ὅτι ὅταν καταφάγῃ μὴ γνοῦσα σὺν ἄλλοις φυταρίοις τὸ παρδαλιαγχὲς λεγόμενον βοτάνιον, ἀνθρωπείαν κόπρον φαγοῦσα ὑγιάζεται· ὅθεν οἱ θηρεύοντες αὐτὰς τὴν κόπρον κατὰ τῆς ἐνέδρας τιθέασι. (250a) Γίνονται δ᾿ ἐν τῇ Ἀσίᾳ παρδάλεις, ἐν δὲ τῇ Εὐρώπῃ οὐδ’ ὅλως γίνονται. (251) Ἴδιον δ’ ἔχει ἡ πάρδαλις τὸ κινεῖν τὸ ἄκρον τῆς οὐρᾶς αὐτῆς ἀκινητούσης.