Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 244
Not analysed yet
(244) ἔστι δέ τις θὴρ λύκῳ μὲν ἐοικώς, κρείττων δὲ ὤν ἢ κατὰ λύκον. ἔστι δὲ καλὸς μὲν ἰδεῖν, χρυσοειδεῖ δὲ τῇ χαίτῃ κομῶν· ἔχει δὲ τὴν γένυν ἰσχυροτάτην· εἴκει γὰρ αὐτῇ καὶ λίθος καὶ σίδηρος, καὶ πᾶν ὅ τι τῶν ἀντιτύπων ἴσα καὶ τοῖς μαλακωτάτοις ὑπ’ αὐτῆς κατείργασται. δέδοικε μέντοι τὰς τοῦ Σειρίου ἀνατολὰς καὶ κατὰ τήνδε τὴν ὥραν ἀθέατός ἐστι πέτραν τινὰ κοίλην ὑποδραμών, ἕως ἂν ἄρα αἴσθηται ψυχροτέρας ὑποπνεούσας αὔρας.