Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 25
Not analysed yet
(25) καθόλου δὲ τῶν ζῴων ἃ μέν ἐστι πρᾷα διὰ παντός, ὡς πρόβατον καὶ βοῦς, τὰ δὲ θυμοειδῆ καὶ ἀμαθῆ, καθάπερ ὗς, τὰ δὲ δειλὰ καὶ ἄφρονα, ὡς ἔλαφος, τὰ δὲ ἐπίβουλα καὶ ἀνελεύθερα, ὡς τὸ τῶν ὄφεων γένος, τὰ δὲ ἐλευθέρια καὶ γενναῖα, ὡς λέων, τὰ δὲ ἐπίβουλα καὶ ἐπιθετικά, ὡς λύκος, τὰ δὲ φρόνιμα καὶ κακοῦργα, ὡς ἀλώπηξ, τὰ δὲ συνανθρωπευόμενα καὶ ἀσπαστικά, ὡς κύων, τὰ δὲ φθονερὰ καὶ φιλόκαλα, ὡς ταώς. καὶ τὰ μὲν συναγελαστικὰ καὶ φιλάλληλα, ὡς γέρανοι, τὰ δὲ μονήρη καὶ ἐχθρά, ἰκτῖνες καὶ τὰ ἄλλα, τὰ δὲ συναγελαστικὰ ἅμα καὶ μονήρη, ὡς ἄνθρωποι.