Ancient Greek · ~4 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 271
Not analysed yet
(271) ἀνὴρ γὰρ Ἰνδὸς διὰ Γάζης, φησί. τῆς ἐμῆς διῆλθε, δύο θῆρας τοιοόσδε κομίζων δῶρον τῷ βασιλεῖ· Ἀναστάσιος δὲ οὖτος ἧν· καὶ ἧσαν μέγεθος μὲν κατὰ κάμηλον, τὸ δέρμα δὲ ἀτεχνῶς πάρδαλις· εὐρεῖα χηλή, πόδες μακροί, ἥσσονες δὲ οἱ ὀπίσθιοι καὶ ὑποκλάζειν ἄρα δοκοῦντες. ἀμέλει γοῦν καὶ ἡ ῥάχις αὐταῖς οὐκ ἴση, οὐδὲ ὁμαλὴ τὴν θέσιν, ἀλλὰ πρὸς τὰ κάτω μᾶλλον κατὰ μικρὸν ὑπορρέουσα. μικρὰ ἡ οὐρά, δορκάσι παραπλησία καί πως κατὰ τὸ ἄκρον μελαινομένη· |μικρὰ καὶ τὰ. f. 361v ὧτα. τὰ κέρατα τοῖς τῶν δορκάδων ἀφομοιοῦντα· τὸ στόμα δὲ καὶ τὴν κεφαλὴν εἰκάσαις ἂν αὐτῶν ταῖς ἐλάφοις. συνόδοντες δὲ κατὰ βοῦν, καὶ αἱ κόραι τῶν ὀφθαλμῶν αὐταῖς μέλαιναι. οὐδὲ τοῖς ἄλλοις ζῴοις ὁμοίως εἶχον τὴν βάσιν. ἐκεῖνα μὲν γὰρ ἀμοιβαίως ἑκατέρωθεν πέμπει τὸν πόδα, δεξιῷ τῷ πρόσθεν ὕστερον ἐπάγοντα τὸν ὀπίσθιον· ταῦτα δὲ ὁμοῦ δύο μὲν τοὺς δεξιούς, δύο δὲ τοὺς ἀριστεροὺς ἐξ ἀμφοῖν ἐν ἴσῳ τῷ μέτρῳ πέμπει. στίγμασι δὲ μέλασιν ἐπὶ λευκῇ πυκάζονται τῇ δορᾷ· ταύτῃ τοι καὶ δοκεῖ τὸ ζῷον ἐκ καμήλου τε καὶ παρδάλεως συνεστάναι.