Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 272
Not analysed yet
(272) τὰ δ’ οὕτως ἐξ ἑτερογενῶν συνελθόντα τῇ μητρὶ μᾶλλον ἐοικέναι τυγχάνει. καὶ ἐν μέντοι τοῖς ἀνθρώποις πολλάκις ἡ τῶν γειναμένων εἰκὼν ἔσχατον ἀνεγνώσθη καθάπερ δὴ καὶ γυναῖκα παθεῖν ἐν Ἤλιδι λόγος ἀνδρὶ μὲν κατὰ νόμον ἠγμένην, Αἰθίοπι δὲ τὴν εὐνὴν κλέπτουσαν. κόρην μὲν γὰρ ἐκείνῳ τίκτει λευκήν, αὕτη δέ, φεῦ, τῇ μητρὶ τὸ μόσος ἀνακαλύπτει, καὶ παῖδα γεννῷ μέλανα, σαφῶς ὅστις ἦν ὁ πάππος διασαφοῦντα.