Ancient Greek · ~3 min
274 to 277
Aristophanes of Byzantium, Historiae Animalium Epitome 274-277
Not analysed yet
(274) Λεόπαρδος μέντοι τὸ ζῷον καὶ αὐτὸ διαφόρους ἔχει τοὺς γειναμένους· τίκτεται γὰρ λέοντός τε καὶ παρδάλεως κοινὸν ἐς ἔρωτα ξυνελθόντων. σώζει δὲ μητρὸς μὲν τὸ χρῶμα καὶ στίγματα καὶ ὁρμήν, πατρὸς δὲ μέγεθος καὶ θυμοειδὲς αὐτὸ καὶ ἄτρεστον. (275) ὁπότε δὲ λέαινα παρδάλει τῆς κοίτης ἐκστῇ, τὰ ἤθη τότε λιποῦσα πόρρω μεταφοιτᾷ καὶ δασεῖαν ὕπεισι λόχμην· οὐδὲ γὰρ ἔχει θαρρούντως ὑποστῆναι τὸν τόκον, εἰς ἔλεγχον ὥσπερ σαφῆ τὸ στικτὸν ἄγουσα τοῦ σκυμνίου. (276) ἀμέλει γοῦν καὶ μετὰ μίξιν ποταμοῖς ἐκλούει τὸ σῶμα, καὶ ἀμαυροῖ τὴν ἐξ ὀσμῆς αἴσθησιν. εἰ γὰρ ὁ σύνευνος ταῦτα γνοίη, αὐτῷ παιδὶ διολέσει καὶ τὴν τεκοῦσαν. (277) Ῥγδαῖον ἡ πάρδαλις καὶ ὀξόρροπον. ταῖς ὁρμαῖς ἐπιτήδειον αὐτῇ τὸ σῶμα συνέζευκται, τῇ ὑγρότητι καὶ τῷ κούφῳ τοῖς τῆς ψυχῆς κινήμασι συνεπόμενον.