Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 273
Not analysed yet
(273) πλεῖστα δὲ καὶ ἄλλα τῶν ζῴων ἀλλοτρίους ἔρωτας καὶ μίξεις φιλεῖ. αὐτίκα, φησί, παρδάλεσι καὶ κυσίν, ὃ καὶ ξένον ἀκούειν, λέοντας οἶδα συγινομένους, λύκους δὲ ὑαίναις· βουβαλίδας δὲ ἵπποις τε καὶ βουσὶ τοῖς ἀγρίοις· ἵππων δὲ τίγρητες ἐς ἔρωτα ἧλθον, κυνῶν δὲ ἀλώπεκες, ὅθεν δή φασι καὶ ἀλωπὸν φύεσθαι· οἶδα δὲ καὶ ἄρκτον κυνὶ συνελθοῦσαν, ἐξ ὧν ἕλκει τὸ γένος ἃς καλοῦσιν ἀρκτόκυνας, αἳ καὶ τὰ ἤθη κατὰ τὰς Ἄλπεις ἔχουσι. καὶ κυνὶ δὲ Ἰνδῷ τίγρις καὶ ἵπποι τόνδε τὸν τρόπον ὄνοις συνῆλθον. οὐκ ἀπορεῖ δὲ οὐδὲ θάλαττα ξένων ἐρώτων, ἀλλ’ ἤδη καὶ μυραίνης κοίτην ὁ γηγενὴς ἔκλεψεν ὄφις.