Ancient Greek · ~2 min
29 to 32
Aristophanes of Byzantium, Historiae Animalium Epitome 29-32
Not analysed yet
(29) καὶ τὰ μὲν γαμψώνυχα καὶ σαρκοφάγα ἅπαξ τίκτει τὸν ὅλον βίον, μόνη δὲ ἡ χελιδὼν οὖσα τῶν σαρκοφάγων δὶς τίκτει. (30) ὁ δὲ γὺψ νεοττεύει μὲν ἐν πέτραις, τίκτει δὲ δύο. (31) ὁ δὲ ἀετὸς τρία μὲν τίκτει, δύο δὲ ἐκλέπει, ἐν δὲ ψύχει, καθάπερ Μουσαῖος ἐν τοῖς ἰδίοις ἔπεσί φησιν οὕτως· ὃς τρία μὲν τίκτει, δόο δ’ ἐκλέπει, ἐν δ᾿ ἀλεγίζει. ἀκριβέστερον δὲ περὶ αὐτοῦ ἐν τῷ τρίτῳ δτασαφήσω. (32) οἱ δὲ πέρδικες τίκτουσι δύο, εἶτα ποιήσαντες δύο σηκοὺς ὅ τε ἄρρην καὶ ἡ θήλεια ἕκαστος ἐφ’ ἑνὸς κάθηται.