Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 28
Not analysed yet
(28) Εἰσὶν οὖν καιροὶ ἑκάστοις τῶν ζῴων ὡρισμένοι πρός τε τὴν ὀχείαν καὶ τὴν κύησιν. ὧν τὰ μὲν πτητικὰ πάντα ἐν τῷ ἔαρι ποιεῖται τὸν συνδοασμὸν καὶ νοτίοις μᾶλλον τίκτει ἤπερ βορείοις, μόνη δὲ ἀλκυὼν περὶ τὰς χειμερινὰς 〈τροπὰς〉 τὸν συνδυασμὸν καὶ τὴν ἔκτεξιν ποιεῖται· διὸ καὶ αἱ χειμεριώταται τῶν ὡρῶν ἀλκυονίδες λέγονται. τίκτουσι δὲ οἱ μὲν θαλάσαιοι τῶν ὀρνίθων ὑπόχλωρα τὰ ᾠά, τὰ δὲ περιστεροειδῆ πάντα λευκά, ἡ δὲ κέγχρη μόνη φοινικᾶ, αἱ δὲ μελεαγρίδες ἀστερωτά.