Ancient Greek · ~6 min
292 to 301
Aristophanes of Byzantium, Historiae Animalium Epitome 292-301
Not analysed yet
(292) τουτὶ δὲ τὸ ζῷον ἀνθρώπων μὲν οὐδένα οὐδέποτε βλάψει, ἐλάφων δὲ μᾶλλον καθοπλίζεται καὶ κυνῶν. (293) δοκεῖ δὲ τῷ λέοντι ἐν τάξει θεράποντος εἶναι, καὶ κοινωνεῖ γε αὐτῷ τροφῆς ἐς τοσοῦτον ἐς ὅσον ἄρα τὸ οἶμα τοῦ θηρὸς ἐκπιεῖν. θηρεύων γὰρ ἔλαφον, ἡνίκα ἂν θεάσηται λέοντα, θᾶττον ἀποχρῆται τῷ αἵματι, καὶ θόσας ὥσπερ καὶ σχεδιάσας αὐτῷ τὴν τράπεζαν παραχκωρεῖ τῶν σαρκῶν οὔ τι ἂκων· μισθὸς γὰρ ἱκανὸς αὐτῷ σῶον ἀπὸ λέοντος ἐκχωρεῖν. (294) σιτεῖται δὲ ὁ λέων οὐδὲ τοῦτο εἶναι ῥᾳθυμίας δεῖπνον οἰόμενος, ὅτι τε οἱ θηράσαντες ἀφίστανται φόβῳ τῆς ἄγρας, καὶ ὅτι δὴ ζῶντι τῷ θηράματι χρῆται, πεφυκὼς ἀεί ποτε. τὸν νεκρὸν ἀτιμάζειν. (295) Ἀριστοφάνους. Ὁ αἴλουρός ἐστι μὲν πολυσχιδὴς καὶ καρχαρόδους, χαρόδους, καὶ πορεύεται κατὰ διάμετρον. (296) ἔχει δὲ τὰ ἐντόσθια ὅμοια κυνί, σπλῆνα δὲ δυσὶ λοβοῖς ἐλάττονα, τὸν δὲ πνεύμονα καὶ τὸ ἦπαρ τοῖς αὐτοῖς δυσίν. (297) αἱμοποτεῖ δὲ καὶ οὖτος κατὰ φλέβα. (298) ὀχεύει δὲ πᾶσαν ὥραν ὀρθός, τῆς θηλείας ὑποτιθείσης ἑαυτήν. (299) κύουσι δὲ καὶ τίκτουσι καθὼς καὶ οἱ κύνες. ζῇ δὲ ὁ αἴλουρος οὐ πλείω ἐτῶν ἔξ. (300) Αἰλιανοῦ, Ὅτι τῶν αἰλούρων ὁ μὲν ἄρρην ἐστὶ λαγνίστατος, ὁ δὲ θῆλυς φιλότεκνος, φεύγει δὲ τὴν πρὸς τὸν ἄρρενα ὁμιλίαν. ἀφίησι γὰρ τὸν θορὸν θερμότατόν τε καὶ προσεοικότα πυρί, καὶ καίει τῆς θηλείας τὸ ἄρθρον. (301) ὁ οὖν ἄρρην τὰ κοινὰ τέκνα ἐσθίων εἰς ἑτέρων παίδων πόθον κινήσας αὐτὴν ἀπολαύει πάλιν τοῦ ἔρωτος. μισοῦσι δὲ τὰ δυσώδη· διὸ καὶ τὰ ἑαυτῶν περιττώματα βόθρον ὀρύξαντες καὶ γῆν ἐπιμέμφεται βαλόντες ἀφανίζουσιν.