Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 302
Not analysed yet
(302) Ἐκ τοῦ Τιμοθέου. Τὸ μυοκτόνον τουτὶ θηρίον, ὃ λέγεται αἴλουρος, τοῖς ὅλοις μὲν ἔοικε τῇ παρδάλει, ποσί τε καὶ ἅλμασι καὶ τάχει τῆς οὐρᾶς, οἷα στίγματα φερούσης μελαυγῆ. ἐζήλωκε δὲ οὐδὲν ἧττον καὶ τὸ ποικίλον αὐτο τῆς δορᾶς, πλὴν ὅσον ὁ μὲν κυαναῖς ῥάβδοις ἐστὶ κατάγραφος, ἡ δὲ πάρδαλις ὥσπερ ἀστέρων κύκλοις ἔστικται μέλασι τὴν χροιάν. λόγος οὖν ἔχει νόθον εἶναί τι γένος αὐτὰς τῶν παρδάλεων.