Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 318
Not analysed yet
(318) ἥδεται μέντοι μάλιστα κυνείων ἐμφορουμένη κρεῶν. ἐπειδὰν οὖν αὐτοὺς ὑλακτοῦντας ἴδῃ, τοὺς κύνας πράως ὕπεισι σαίνουσα καὶ τῇ οὐρᾷ καταψῶσα καὶ ἠρέμα τούτοις τιθασεύουσα τὸν θυμόν· διεγείρουσά τε πρὸς παιδιάν, τοῦτο μὲν ἑαυτὴν ἀνῆκεν ὑπτίαν, τοῦτο δὲ καὶ γαστρὶ αὐτῶν ἐφάλλεται καὶ τοῖς νώτοις, δήγμασί τε οὐδὲν λυποῦσιν ἐφάπτεται κακοήθως. ὁπότε δὲ ἀνεθέντας ἴδοι, τὴν σκηνὴν ἀποδυσαμένη κραταιῶς ἐνέφυ τῷ φάρυγγι καὶ ὅπερ ἤν ἐδηλώθη, οὐ φίλη αὐτοῖς οὖσα καὶ συνήθης, ἀλλ’ ἀγρία τὸ ἦθος καὶ δυσμενής.