Ancient Greek · ~3 min
315 to 317
Aristophanes of Byzantium, Historiae Animalium Epitome 315-317
Not analysed yet
(315) Ἐκ τοῦ Τιμοθέου. Ἡ ὕαινα ζῷον τῷ λόκῳ μὲν ἰσομέγεθες, ὀδὺ δὲ τὴν τρίχα ἐστὶ καὶ λάσιον, ἕν τε ὀστοῦν ἀπὸ τῆς κεφαλῆς αὐτῇ μέχρι καὶ ἐς οὐρὰν διήκει· τῷ τοι καὶ ἀνεπίστροφος ὁ αὐχὴν καὶ ὁ δρόμος ἰθυτενὴς τῷ θηρίῳ. (316) τοῦτο δὲ διὰ πόθον ξενικῶν ἐρώτων τῷ λύκῳ μίγνυται, καὶ τὸ τεχθὲν οὔτε λύκῳ τὴν μορφὴν ἔχει ὁμοίαν οὔδ᾿ ὑαίνῃ φέρει παραπλησίαν, ἀλλόκοτον δὲ ὅλως ἐστὶ καὶ δεινῶς ἄγριον· ὅθεν δή τινα λόχμην ἢ καὶ πέτραν ὑποδυόμενον ἀνθρώποις ἐπιτίθεται καὶ ποιμνίοις. ταύτῃ τοι καὶ μονόλυκον αὐτὸν οἱ νομεῖς καλοῦσιν ἀπὸ τοῦ ἤθους. (317) μιαρὸν δὲ οὖσα ζῷον ἡ ὕαινα καὶ *χαῖρον ἑάλω πάσῃ τροφῇ. λόγος ἐστὶ καὶ τῶν τάφων ἀποσυλῶσαν αὐτὴν τὰ νεκρὰ θοινᾶσθαι.