Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 320
Not analysed yet
(320) λέγεται δῆ καὶ βλέπειν ὕαιναν ἴσα καὶ φωτὶ κατὰ νύκτα καὶ μεμνῆσθαί πως γοητείαν ὑπὸ τῆς φύσεως. ὅθεν δὴ νυκτὸς σελήνης ὑπολαμπούσης, κύνα πρὸς τῷ τέγει κείμενον ἄνωθεν αὐτὸν καθαιρεῖ τῷ εἰδώλῳ τῆς αὐτοῦ σκιᾶς ἀρρήτως καταφαρμάξασα. |μέλει τοιγαροῦν αὐτῇ καθ’ ὅσον ἐστὶ δύναμις λάθρα τῇ σκιᾷ προσβαλεῖν καὶ μηδεμίαν τῷ κυνὶ παρασχεῖν αἴσθησιν. εἰ γὰρ αὐτὸς θεάσαιτο πρῶτος, εἰδὼς ὃ μέλλει πείσεσθαι πέφευγε, καὶ τὴν αὐτὸς αὑτοῦ σκιὰν ἀποκρύπτει.