Ancient Greek · ~8 min
321 to 332
Aristophanes of Byzantium, Historiae Animalium Epitome 321-332
Not analysed yet
(321) ἀνδρὶ μὲν οὖν ὑπνοῦντι προσβαλοῦσα, παραμετρεῖ ἑαυτήν· καὶ εἰ μὲν εἴη τὸ μῆκος ἔχουσα πλέον, καὶ αὐτὴ δή πως ἐπικρατεστέρα γένοιτο ἄν· εἰ δὲ ὁ ἀνὴρ μεῖζον ἔχει τὸ μέγεθος, αὐτὸς ἂν καὶ διαναστὰς ἀροῖτο τὴν νικῶσαν. (322) ἄνδρα δὲ θηρατὴν οὐκ ἂν λάθοι, καθὼς ἔχει περιφέχειν φύσεως· εἰ μὲν γὰρ ἐπ’ ἀριστερὰ διώκοιτο, ῥᾷον ἂν ἁλώσιμος εἴη, ἐπὶ δεξιὰ δέ τις ἐλαύνων μάτην ἂν πονῶν ὀφθείη καὶ ἀκίχητα, τὸ τοῦ λόγου, διώκων. (323) ταύτης ἡ χολὴ μάλιστα συνενέγκοι ἀνδρὶ χειμῶνος ἀνιωμένῳ τοὺς ὀφθαλμούς· τῷ μετοπώρῳ γὰρ ἐπιχριομένη τό τε φῶς καθαρὸν ἂν ἅψαι καὶ τὸ καταρρέον αὐτῶν ὑγρὸν ἀναστείλαι. (324) στρύχνον δὲ μισεῖ καὶ δέδοικεν ὕαινα καθάπερ δὴ καὶ ἄλλα τῶν ζῴων τῶν φυτῶν ἕτερα. (325) Περὶ ὑαινῶν. Ἐν τῇ Ἀραβίᾳ ὑαινῶν τι γένος φασὶν εἶναι ὃ ἐπειδὰν προίδῃ τι θηρίον ἢ ἀνθρώπου βάλῃ ἐπὶ τὴν σκιὰν ἀφωνίαν ἐργάζεται καὶ πῆξιν τοιαύτην ὥστε μὴ δύνασθαι κινεῖν τὸ σῶμα· τοῦτο δὲ ποιεῖ καὶ ἐπὶ τῶν κυνῶν. (326) Ἀριστοφάνους περὶ ἄρκτων. Ἡ ἄρκτος ἔχει μὲν δακτόλους πέντε, ὀδόντας τοὺς μὲν ἄνω ὀξεῖς καὶ δστῶτας καθάπερ τὰ καρχαρόδοντα, τοὺς δὲ κάτω συνεχεῖς, γλῶτταν παχεῖαν καὶ πλατεῖαν, μαστοὺς τέσσαρας, δύο πρὸς τῇ κοιλίᾳ καὶ δύο ἐν τοῖς μηροῖς. (327) βαδίζει δὲ κατὰ διάμετρον. (328) διοιχθεῖσα δὲ πνεύμονα μὲν ἔχει ἑξαμερῆ, ἧπαρ ἑπτάλοβον καὶ χολὴν ἐπ’ αὐτοῦ, σπλῆνα δὲ ἐκ πολλῶν μερῶν συγκείμενον καθάπερ ὁ βόειος νεφρός· αἰδοῖον ὁ ἄρρην μακρὸν ὡς καὶ ὁ ἐλέφας, τοὺς δὲ ὄρχεις ἔσω πρὸς τῇ ὀσφύι καθάπερ οἱ ἀλεκτρυόνες. (329) ὀργᾷ δὲ ἡ ἄρκτος ἄλλοτε ἄλλως· καιρὸς δὲ τῆς κυήσεως αὐτῇ οὐκ ἔστιν ἑστώς. (330) ὀχεύουσι δὲ παρακεκλιμένοι οἱ ἄρρενες πρὸς τὰ ὀπίσθια τῶν θηλειῶν. (331) κύει δὲ πάσας τὰς ἡμέρας τριάκοντα· τίκτει δὲ ἓν ὅ ἔστι τῷ μεγέθει ἔλαττον μὲν γαλῆς, μεῖζον δὲ μυός, ἄναρθρον καὶ τυφλόν. θεραπεύει δὲ τὸ σκυμνίον καθάπερ καὶ ἡ κύων. (332) ἔστι δὲ καὶ. f. 364v ἡ θήλεια ἀνδρειοτέρα τοῦ ἄρρενος.