Ancient Greek · ~8 min
346 to 356
Aristophanes of Byzantium, Historiae Animalium Epitome 346-356
Not analysed yet
(346) ἡ δὲ θήλεια τὰς ὑστέρας ἔχει κοτυληδόνας ἐχούσας, καὶ ὅταν κυήσῃ κατὰ τὸν ἀριθμὸν τοῖς τικτομένοις ἐμβρύοις καὶ πρὸς ἕκαστον ἔμβρυον μίαν προσκειμένην. (347) ἀνασχισθεῖσα δέ ποτέ φησιν ἐφάνη ἔχουσα ἔμβρυα ἑκατὸν καί τινα τῶν ἐμβρύων ἔγκυα ὑπάρχοντα. λέγεται δὲ αὐτὰς κύειν μᾶλλον καὶ ὡς ὅτι τάχιστα τὸν ἅλα ἐσθιούσας· ὅθεν καὶ ἁλικύμονες οἱ μύες ὑπὸ τῶν ποιητῶν λέγονται. (348) Ὅτι μυὸς ἧπαρ σελήνης αὐξανομένης λοβὸν ἑαυτῷ τινα ἐπιτίκτει ὁσημέραι μέχρι διχομήνου· εἶτα μειουμένου τοῦ μηνὸς κατ’ ὀλίγον ὑπαφανίζεται ὁ λοβός. (349) Οἱ μύες δέ, φασίν, ἐὰν εἰς ψυκτῆρας ἐμπέσωσι, τὰς ἀλλήλων οὐρὰς ἐνδακόντες ἐφέλκουσι τὸν δεύτερον ὁ πρῶτος καὶ ὁ δεύτερος τὸν τρίτον. (350) Ἐκβάλλουσι δὲ τοὺς ἐν ταῖς αὐτῶν διαίταις ἀποθνήσκοντας· μισοῦσι γὰρ τοὺς νεκρούς. καὶ μέντοι χελιδὼν ἐκβάλλει χελιδόνα νεκρὰν καὶ μέλιττα καὶ μύρμηξ, ἐπεὶ καὶ τοῦτο ἴδιον τῶν ἀλόγων, τὰ ὁμογενῆ τεθνεῶτα τῶν ὀφθαλμῶν ἀποφέρειν θᾶττον. (351) Ἔστι δὲ καὶ ἄλλως πολύγονον τὸ ζῷον καὶ ἐπὶ μιᾷ ὠδῖνι πολλὰ τίκτουσιν· εἰ δὲ καὶ ἁλὸς γεύσονται, πολλῷ πλείονα. (352) Μόες μέντοι καὶ γαλαῖ τρίζοντες χειμῶνα ἰσχυρὸν σημαίνουσι. (353) Δειλὸν δὲ ὁ μῦς, καὶ κτύπον φοβεῖται, καὶ τὴν γαλῆν δέδια· δειλοὶ δέ εἰσι καὶ οἱ ἀρουραῖοι. οἵ γε μὴν θαλάττιοι μικρὸν μὲν τὸ σῶμα ἔχουσι, τόλμαν δὲ ἄμαχον. θαρροῦσι δὲ δύο ὅπλοις, δορᾷ τε εὐτόνῳ καὶ ὀδόντων κράτει· μάχονται δὲ ἰχθύσι καὶ ἁλιεῦσι. (354) Μύες δὲ δὴ ἀποθνήσκοντες καθ’ ἑαυτοὺς καὶ ἐκ μηδεμιᾶς ἐπιβουλῆς ἀπορρεόντων αὐτοῖς τῶν μελῶν κατὰ μικρὸν ἀπέρχονται τοῦ βίου. (355) εἰσὶ δὲ λαγνίστατοι ὅτι μάλιστα. (356) Κατὰ δὲ τὴν γῆν τὴν Κασπίαν ἐν περιτροπαῖς ὡρῶν τινων γίνεται μυῶν τι πλῆθος, οἳ ἐπινήχονται, ποταμοῦ φερομένου ῥοίζῳ, τὰς οὐρὰς ἀλλήλων ἐνδακόντες, ἕρμα αὑτοῖς τοῦτο ποιοῦντες καὶ σύνδεσμον. ἐς τὰς ἀρούρας δὲ ἀπονηξάμενοι καὶ τὰ λήια ἀποκείρουσι, καὶ διὰ τῶν δένδρων ἀνέρπουσι, καὶ τὰ ὡραῖα δεῖπνον ἴσχουσι, καὶ τοὺς κλάδους δὲ διακόπτουσιν, οὐδὲ ἐκείνους ἀδυνάτως ἔχοντες κατεσθίειν.