Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 345
Not analysed yet
(345) Ἀριστοφάνους. Μῦς ἔστι μὲν καρχαρόδους καὶ πολυσχιδής, ἔχει δὲ δύο πόδας καὶ δύο χεῖρας, τὰ δὲ περὶ τὸν φάρυγγα καὶ τὸν στόμαχον καὶ τὰ ἄλλα σπλάγχνα ὅμοιος κυνί. καρδίαν δὲ μείζονα ἢ κατ’ αὐτόν, ἧπαρ εὔχρουν ἑπτάλοβον ἄχολον, νεφροὺς μεγάλους καὶ κύστιν μεγάλην καὶ περὶ ταύτην τὸ ἡμερολόγιον· ἔστι δὲ τοῦτο ὅμοιον στέατι· στρογγύλον αἰδοῖον καὶ ὄρχεις ἔξωθεν καθάπερ κάπρου.