Ancient Greek · ~6 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 36
Not analysed yet
(36) ὃ μὲν οὖν λείπεται ζητεῖν ὑπὲρ τούτου καὶ λέγειν, πῶς ἐνδεχόμενον αὐτοὺς ἄνευ ὀχείας καὶ συνδυασμοῦ γίνεσθαι, καθάπερ αἱ ἀσκαρίδες μὲν καὶ κάνθαροι καὶ μηλολόνθαι ἐκ τῆς κόπρου, οἱ δὲ κώνωπες ἐκ τῆς ἰλύος τοῦ ὄξους, ἐκ δὲ τῆς δρόσου τῆς ἐπὶ τὰ φύλλα τῆς κράμβης πιπτούσης αἱ λεγόμεναι κραμβίδες καὶ κάμπαι, ἐκ δὲ τοῦ κηροῦ οἱ κηροδύται λεγόμενοι, ἐκ δὲ τῆς ἀγρώστεως οἱ κρότωνες, ἐκ δὲ τῶν ἐρίων οἱ σῆτες. ἐκ δὲ τῶν καμπῶν τῶν ἐν τοῖς ἐρεβίνθοις κατὰ μετασχηματισμὸν αἱ λεγόμεναι ψυχαὶ καὶ τὰ λεγόμενα πηνία καὶ ὕπερα καὶ αἱ πυγολαμπίδες γίνονται, ἐκ δὲ τῶν πυγολαμπίδων οἱ βόστρυχοι καλούμενοι, ἐκ δὲ τοῦ ξυλοφθόρου λεγομένου σκώληκος χρυσαλίς, ἐκ δὲ τῶν ἐν τοῖς ἀπίοις καὶ σύκοις καμπῶν αἱ κανθαρίδες. ἐκ δὲ τῶν μεγάλων σκωλήκων τῶν κατὰ γῆν κεκρυμμένων κάμπη τις γίνεται, ἐκ δὲ ταύτης ἐκδύεται ἡ λεγομένη βομβυλίς, μετασχηματιζομένη δὲ αὕτη γίνεται ὁ λεγόμενος νεκύδαλος σκώληξ, ἐξ οὗ ἀναπηνιζόμεναι αἱ γυναῖκες τὰ βομβύκινα ἐπιβόλαια ὑφαίνουσιν. ἐκ δὲ τῶν ἐν τοῖς ξύλοις καταδεδυκότων σκωλήκων οἱ λεγόμενοι καράμβιοι γίνονται, ἐκ δὲ τῶν σίμβλων πρασοκουρίδες, ἐκ δὲ τῶν ἀσκαρίδων αἱ λεγόμεναι ἐμπίδες. ἐκ δὲ τῶν συκίνων ἐρινεῶν γίνεται σκωλήκια, εἶτα ἐκ τούτων ἐξίασιν οἱ καλούμενοι ψῆνες, οἳ εἰσδυόμενοι εἰς τὰ τῶν συκῶν ἐρινᾶ ποιοῦσι μὴ ἀποπίπτειν αὐτά, διὸ καὶ οἱ γεωργοὶ περιάπτουσι τὰ ἐρινᾶ ταῖς συκαῖς, καὶ ἐγγὺς τῶν συκῶν ἐρινεοὺς φυτεύουσι.