Ancient Greek · ~4 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 360
Not analysed yet
(360) Μελλούσης δὲ οἰκίας καταφέρεσθαι, αἰσθητικῶς ἔχουσιν οἵ τε ἐν αὐτῇ μύες καὶ μέντοι καὶ γαλαῖ, καὶ φθάνουσαι τὴν κατένεξιν ἐξοικίζονταί. τοῦτό τοί φασι καὶ ἐν Ἐλίκῃ γενέσθαι. ἐπειδὴ γὰρ ἢσέβησαν ἐς τοὺς ωνας τοὺς ἀφικομένους οἱ Ἐικήσιοι, καὶ ἐπὶ βωμῶν ἀπέσφαξαν αὐτούς, ἐνταῦθα δήπου, τὸ θμηρικὸν τοῦτο, τοῖσι θεοὶ τέραα προὔφαινον· πρὸ πέντε γὰρ ἡμερῶν τοῦ ἀφανισθῆναι τὴν Ἑλίκην, ὅσοι μῦς ἐν αὐτῇ ἧκαν καὶ γαλαῖ καὶ ὄφεις καὶ σκολόπενδραι καὶ σφονδύλαι καὶ τὰ λοιπὰ ὅσα ἤν τοιαῦτα, ἀθρόα ὑπεξῄει τῇ ὁδῷ τῇ εἰς Κορίαν ἐκφερούσῃοἱ δὲ Ἑικήσιοι ὁρῶντες ταῦτα πραττόμενα ἐθαύμαζον μέν, οὐκ εἶχον δὲ τὴν αἰτίαν συμβαλεῖν. ἐπεὶ δὲ ἀνεχώρησε τὰ προειρημένα ζῷα, νύκτωρ γίνεται σεισμὸς καὶ συνιζάνει ἡ πόλις, καὶ ἐπικλύσαντος πολλοῦ κύματος ἡ Ἑλίκη ἠφανίσθη, καὶ κατὰ τύχην Λακεδαιμονίων ὑφορμοῦσαι τῇ πόλει δέκα νῆες συναπώλοντο τῇ προειρημένῃ ἐπικλύσει. χρῆται δὲ ἅμα καὶ εἰς τιμωρίαν τῶν ἀσεβῶν ἀνδρῶν ὑπηρέταις τοῖς ζῷοις ἡ Δίκη. καὶ τοῦδε. μαρτύριον, Παντίλας ὁ Λακεδαιμόνιος ἀναστείλας διὰ τῆς φπάρτης ἐλθεῖν τοὺς ἐς Κύθηρα ἀπιόντας τῶν περὶ τὸν Aιόνυσον τεχνιτῶν, εἶτα καθήμενος ἐν τῷ ἐφορείῳ ὑπὸ κυνῶν διεσπάσθη.