Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 361
Not analysed yet
(361) Φασὶ δὲ καὶ ἐν Κυρήνῃ μυῶν διάφορα γίνεσθαι γένη οὐ μόνον ταῖς χρόαις, ἀλλὰ καὶ ταῖς μορφαῖς· ἐνίους γὰρ αὐτῶν πλατυπροσώπους εἶναι καθάπερ τὰς γαλᾶς, καὶ αὖ πάλιν ἄλλους ἐχεώδεις, ὀξείας ἀκάνθας ἔχοντας, οὕς περ οδν καὶ οἱ ἐπιχώριοι καλοῦσιν ἐχενάτας. ἐν Ἀἰγύπτῳ δὲ ἀκούω δίποδας εἶναι μῦς, καὶ μεγίστους μεγέθει φύεσθαι, τοῖς γε μὴν ἐμπροσθίοις ποσὶν ὡς χερσὶ χρῆσθαι· εἶναι γὰρ αὐτοὺς τῶν ὄπισθεν βραχυτέρους. εἶδον τούτους· Λιβυκοί εἰσ. βαδίζουσιν δὲ ὀρθοὶ ἐπὶ τοῖν δυοῖν ποδοῖν· ὅταν δὲ διώκωνται, πηδῶσι· Θεόφραστος λέγει ταῦτα.