Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 365
Not analysed yet
(365) καὶ ἄλλο δέ τι μυῶν γένος τῇ τῶν Ἰνοῶν ἐντρέφεται γῇ, ὧν ἡδίστη μὲν πνοὴ τοῦ σώματος ἔξεισι, τὸ χρῆμα δὲ περιμάχητόν ἐστι τοῖς πολίταις· τούτου γὰρ ἕνεκα καὶ νεκρὸν ἂν ἴδοις μῦν ἐσθῆτι πλομίου φιλοτίμως καθαπτόμενον. αὕτη δὲ οὐκ ἐκ γενετῆς αὐτῷ σύμφυτος ἡ ὀσμή, ἀλλὰ πόα τις αὐτῷ ἐσθιομένη μυρίζει. ὁ μέντοι θηρεύων ἐς δρόμον αὐτὸν διανίστησιν ὥστε δὴ κινουμένου τὸ οἶμα περὶ τὸν ὀμφαλὸν συρρεῦσαι. καὶ τότε γοῦν θηρεύσας καταθύει, καὶ αὐτοῦ τὸ αμα καὶ δέρμα θαυμαστὸν οἷον εἰς ὄσφρησίν ἐστι τοῖς χρωμένοις.