Ancient Greek · ~6 min
366 to 374
Aristophanes of Byzantium, Historiae Animalium Epitome 366-374
Not analysed yet
(366) πλὴν ἀλλὰ τῇ ἡδονῇ τὸ πικρὸν σύμμικτον ἔχει, καὶ οὐδ’ ἐνταῦθα βλάβης ἄνευ τὸ ἡδὺ τοῖς ἀνθρώποις. ἀνδρὶ γὰρ ὑπνοῦντι δύο μῦς τοιοίδε ξυμπαραστάντες ὁ μὲν ἐπαφᾶται τῶν δακτύλων, καὶ ἐκμυζᾷ τὸ αῖμα, καὶ αὐτὰς περικείρει τὰς σάρκας, ὁ δὲ ταῖς ῥισὶν ἐγγίζων αὔρας ἐνίησιν ἡδυτάτας, καὶ καταγοητεύει καὶ κατακηλεῖ τὸν ἄνδρα, καὶ τὴν τῶν πόνων αἴσθησιν ἀφαιρεῖται. (367) ἔστι δὲ τὸ μέγεθος μείζων μὲν γαλῆς, ἥττων δὲ λαγωοῦ. (368) ἐν μέντοι τοῖς λύχνοις τοῖς στενόχωρον τὸ στόμα ἔχουσιν ἀποροῦντες πολλάκις οἱ μύες καθιέναι τὴν κεφαλήν, τὴν οὐρὰν ἐγχαλῶντες ἀνιμῶσι τὸ ἔλαιον, καὶ οὕτως αὐτὸ τῷ στόματι περιλείχουσιν. (369) Ἐκ τοῦ Ἀριστοτέλους Πlερὶ παραδόξων ἀκουσμάτων. Ἐν Κύπρῳ τῇ νήσῳλέγεται τοὺς μῦς τὸν σίδηρον ἐσθίιν, καὶ τοὺς Κάλυβας ἔν τινι ὑπερκειμένῳ αὐτοῖς νησίῳ τὸ χρυσίον συμφορεῖσθαι παρὰ πλειόνων· διὸ καὶ τοὺς ἐν τοῖς μετάλλοις ἀνασχίζουσιν, ὡς ἔοικεν. (370) Ἐν Κυρήνῃ δέ φασιν οὐχ ἐν εἶναι μυῶν γένος, ἀλλὰ πλείω, διάφορα καὶ ταῖς μορφαῖς καὶ ταῖς χρόαις. ἐνίους γὰρ πλατυπροσώπους, ὥσπερ αἱ γαλαῖ, τοὺς δὲ ἐχινώδεις |οὕς καλοῦσιν ἐχῖνος. (371) 'Eν Kολοόσοις δὲ τῆς Ἀρκαδίας κρήνην εἶναί τινά φασιν, ἐν ἢ χερσαῖοι μύες γίνονται, καὶ κολυμβῶσι, καὶ τὴν δίαιταν ἐκείνῃ ποιοῦνται· λέγεται δὲ αὐτὸ τοῦτο καὶ ἐν Λαμψάκῳ εἶναι. (372) Εἶναι καὶ μυῶν τι γένος ἐφιπτάμενον ὃ ὅταν δάκῃ ἀποθνήσκειν ποιεῖ. (373) Ἀριστοφάνους. Ἡ μυγαλῆ ἐστι μὲν καὶ αὐτὴ καρχαρόδους καὶ πολυσχιδής. ὀφθαλμοὺς δὲ ἔχει μικροὺς καὶ ἀμβλεῖς, μαστοὺς ἓξ πρὸς τοῖς σκέλεσιν· ἀνατμηθεῖσα δὲ ὁμοία μυί. (374) Αἰλιανοῦ, Ὅτι τὰ ὑποζύγια τὴν μυγαλῆν οὐ θαρρεῖ.