Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 38
Not analysed yet
(38) Τῶν δὲ ἰχθόων οἱ πλεῖστοι ἐν μηνὶ μουνιχιῶνι ἢ θαργηλιῶνι, τουτέστι τῷ ἔαρι, ποιοῦνται τὴν ὀχείαν καὶ τὸν τόκον, μάλιστα δὲ ἐκτοπίζοντες εἰς τὸν Πόντον διὰ τὸ πλείστας ἔχειν κοίτας καὶ θαλάμας εἶναι καὶ διὰ τὸ μὴ ὑπάρχειν ἐν τοῖς τόποις ἐκείνοις τὸ ἀδικῆσον αὐτῶν τὰ σκυμνία θηρίον· πάρεξ γὰρ δελφῖνος καὶ τούτου μικροῦ καὶ ἀσθενοῦς οὔθ’ ἓν ὑπάρχει θηρίον ἐν τοῖς τόποις. οὐδὲ μὴν τὰ μάλιστα δοκοῦντα ἀδικεῖν τὰ μικρότατα τῶν ἰχθυδίων οὐδὲ ταῦτα γίνεται ἐκεῖ, οἷον πώλυπες πάγουροι ἀστακοὶ καὶ τὰ ὅμοια. καὶ διὰ ταῦτα οὖν καὶ διὰ τὴν ἀλέαν ὁ τόκος καὶ ὁ ἐκτοπισμὸς τοῖς πλείστοις ἐκεῖ.