Ancient Greek · ~4 min
39 to 43
Aristophanes of Byzantium, Historiae Animalium Epitome 39-43
Not analysed yet
(39) ὀχεύει δὲ καὶ ὀχεύεται καὶ κύει καὶ τίκτει ἥ τε σηπία καὶ ὁ πῶλυψ καὶ ἡ τευθὶς πᾶσαν ὥραν καθάπερ ἄνθρωπος. καὶ ἡ μὲν σηπία καὶ ἡ τευθὶς τίκτει μύρτοις ὅμοια τὰ ᾠά, ὁ δὲ πῶλυψ τοῖς τῆς λεύκης ἄνθεσι παρόμοιον τὸν βότρυν ἐκτίκτει. (40) τίκτουσι δὲ οἱ πολλοὶ τῶν ἰχθύων ἅπαξ τοῦ ἐνιαυτοῦ, ὡς θύννος πηλαμὺς κεστρεύς, λάβραξ δὲ δὶς τοῦ ἔτους, τρίγλη δὲ τρίς, ὅθεν καὶ τοὔνομα κτηται, σκορπίος δὲ τετράκις τοῦ ἔτους, ὁ δὲ λεγόμενος κυπρῖνος |πεντάκις. (41) τῶν δὲ λεγομένων σελαχωδῶν ἰχθύων καὶ σκυμνοτοκούντων ἡ ῥίνη μὲν καὶ ὁ λεῖος γαλεὸς δὶς τοῦ ἔτους τίκτουσι καὶ μάλιστα τῷ μετοπώρῳ, ἡ δὲ νάρκη καὶ αὐτὴ μὲν δὶς τῷ φθινοπώρῳ. (42) ῥηθήσεται δὲ καὶ περὶ τούτων κατὰ προγραφὴν ἐν τῷ τρίτῳ, οὐκ ἐξειργαστέον ἐν τούτῳ. (43) Τῶν δὲ ὀστρακοδέρμων οὐδὲν οὔτε ὀχεύει οὔτε ὀχεύεται, ὡς ἀλλ’ αἱ μὲν πορφύραι ἀφιᾶσί τι ἐξ αὑτῶν εἰς γῆν, ἐξ οὖ καὶ τῆς γῆς τὰ πορφύρια γίνεται· τὰ δ’ αὐτὰ καὶ τὰ ἄλλα ὀστρακόδερμα πλεῖστα.