Ancient Greek · ~8 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 384
Not analysed yet
(384) χερσαία γαλῆ ὅτι ῆν ἄνθρωπος ἤκουσα· καὶ ὅτι τοῦτο ἐκαλεῖτο, καὶ ὅτι ἧν γόης καὶ φαρμακίς, καὶ ὅτι δεινῶς ἀκόλαστος ἥν καὶ ἀφροδίτην παράνομον ἐνόσει, καὶ ταῦτα εἰς ἀκοὴν τὴν ἐμὴν ἀφίκετο· καὶ ὡς εἰς τοῦτο τὸ ζῷον τὸ κακὸν ἔτρεψεν αὐτὴν Εκάτης τῆς θεοῦ μῆνις οὐδὲ τοῦτό με λέληθεν. ἡ μὲν οὖν θεὸς ἵλεως ἔστω· μύθους δ’ ἐῶ καὶ μυθολογίαν ἄλλοις. ὅτι δέ ἐστι θηρίον ἐπιβουλότατον, καὶ νεκροῖς ἀνθρώποις ἐπιτίθενται γαλαῖ, καὶ μὴ φυλαττόμεναι ἐπιπηδῶσι, καὶ συλῶσι τοὺς ὀφθαλμοὺς καὶ ἐκροφοῦσι, δῆλόν ἐστ. φασὶ δὲ καὶ ὄρχεις γαλῆς γυναικὶ κατ’ ἐπιβουλὴν ἢ καὶ ἑκούσγῃ περιαφθέντας ἐπωσχεῖν τὸ ἔτι μητέρας γίνελειν σθαι ακὶ ἀναστέλλειν αὐτῶν. σπλάγχνα δὲ γαλῆς σκευασίαν δή τινα προσλαβόντα, ἤν ἴστωσαν οἱ σοφοὶ τὰ τοιαῦτα, καὶ εἰς οῑνον ἐμβληθέντα κατ’ ἐπιβουλήν, φλίον ὡς λόγος διίστησι, καὶ ἡνωμένην σέως εὔνοιαν διακόπτει. καὶ ὑπὲρ μὲν τούτων τοὺς γόητάς τε καὶ φαρμακέας Ἄρει φίλψ κολάζειν καὶ διακαίειν καταλίπωμεν. εἴη δ’ ἂν καὶ ἰχθῦς γαλῆ, μικρὸς δ’ οὗτος καὶ οὐδέν τοι κοινὸν πρὸς τοὺς γαλεοὺς καλουμένους ἔχων. οἱ μὲν γάρ εἰσι σελάχιοι καὶ πελάγιοι καὶ μέγεθος προήκοντες εἶτα μέντοι καὶ κυνὶ ἐοίκασιν· ἡ γαλῆ δέ, φαίην ἂν αὐτὴν εἶναι τὸν καλούμενον ἥπατον. ἰχθὺς δέ ἐστιν αὕτη βραχθς, καὶ τῶ δφθαλμὰ ἐπιμέμυκε· κόρας δὲ ἔχει κυανοῦ χρόᾳ προσεικασμένας. καὲ τὸ μὲν γένειον ἔχει τοῦ ἡπάτου μεῖζον, ἡττᾶται δὲ αὅ πάλιν τοῦ χρέμητος κατά γε τοῦτο. πετραίαν δὲ οὖσαν τὴν γαλῆν καὶ νεμομένηην φυκία ἀκούω πάντων σωμάτων οἷς νεκροῖς τύχη |τοὺς. ὀφθαλμοὺς καὶ ταύτην ὡς τὴν χερσαίαν ἐσθίηιν. χρῶνται δὲ αὐτῇ ἐς τὰ ὅμοια ἁλιεῖς ὅσοι κατὰ τοὺς Ἠπειρώτας φαρμακεύουσι πονηροὶ καὶ οὔτοι σοφισταὶ τῶν κακῶν. ἐπεὶ δὲ ὠμοβόρον ἐστὶ τὸ τῶν ἰχθύων φῦλον, πᾶν τὸ ταῖς ὑδροθηρίαις γένος συμβιοῦν καὶ τὰς ἀποδύσεις τὰς κατωτάτω μετιὸν μελαίνουσι τὰς ἑαυτῶν βάσεις καὶ τὰ κοῖλα τῶν χειρῶν, ἀφανίζειν πειρώμενοι τὴν ἐξ αὐτῶν αὐγήν. τὰ γάρ τοι τῶν ἀνθρωπίνων μελῶν ἄὡς ὅτι μάλιστα ἐκλάμποντα ἐν τῷ ὕδατι καὶ ἐφολκὰ τῶν ἰχθύων ταῦτά ἐστιν.