Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 383
Not analysed yet
(383) ἴδια δὲ ἄρα τῶν ζῷων καὶ ταῦτα δήπου καταγνῶναι πάρεστι· τοὺς γοῦν ὄρνεις τοὺς ἠθάδας καὶ τοὺς ἐν ποσὶ τρεφομένους τε καὶ ἐξεταζομένους ὁρῶμεν ἵππους τε καὶ ὄνους καὶ βοῦς καὶ καμήλους θαρροῦντς· εἰ δὲ καὶ ἐλέφαντί που πράῳ καὶ ἡμέρῳ συντρέφοιντο, οἵδε οὐκ ὀρρωδοῦσιν, ἀλλὰ καὶ δι’ αὐτῶν ἐκείνων ἔρχονται. ἤδη δὲ καὶ ἀλεκτρυόνες καὶ ἐπὶ τὰ νῶτα αὐτῶν ἀναπέτονται· τοσοῦτον αὐτοῖς τοῦ θάρσους περίεστι καὶ τοῦ ἀδεοῦς. πτοίαν δὲ αὐτοῖς ἐντίθησι καὶ δέος ἰσχυρὸν γαλῆ παραδραμοῦσα. καὶ μυκήσεων μὲν καὶ ὀγκήσεων οὐ ποιοῦνται ὥραν, κρίξασαν δὲ ἄρα μόνον πεφρίκασι τὴν προειρημένην. χηνῶν τε καὶ κύκνων καὶ στρουθῶν τῶν μεγάλων ἤ τι ἢ οὐδὲν φροντίζουσιν, ἱέρακα δὲ βραχύτερον ὄντα ὀρρωδοῦσιν.