Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 39-2
Not analysed yet
(39) γνωσθείη δὲ ἄμεινον καὶ ἐκ τοῦ προσώπου τὰ ἤθη οὕτως. μέτωπον τὸ μὲν μέγα βραδυνόου ἤθους σημεῖον, τὸ δὲ μικρὸν εὐκινήτου, τὸ δὲ πλατὺ ἐκστατικοῦ· τούτων δὲ τὸ μέσον ἄριστον. ὀφρύες αἱ μὲν ἐπ᾿ ὀρθοῦ κείμεναι μαλακὸν καὶ χρηστὸν ἧθος ὑπογράφουσιν, αἱ δὲ πρὸς τὴν ῥῖνα κεκλασμέναι στρυφνόν, αἱ δὲ πρὸς τοὺς κροτάφους κεκλασμέναι εἴρωνα, αἱ δὲ κατεσπασμέναι φοβερόν. κανθοὶ οἱ μὲν μικροὶ καλοῦ ἤθους σημεῖον, οἱ δὲ κρεώδεις πρὸς τῷ μυκτῆρι πονηροῦ. καὶ ἐὰν μὲν ὅλος ὁ ὀφθαλμὸς ἔξω ἐξίσχῃ ἀναιδοῦς ἦθος· μικρὸς δὲ ὑπάρχων πανούργου καὶ ἀβεβαίου, ὁ δὲ μέσος ἄριδτος. ἀλλὰ ταῦτα μὲν ὑπογραφῆς χάριν εἰρήσθω, πλειόνων δυναμένων λέγεσθαι.