Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 401
Not analysed yet
(401) Ἐκ τοῦ Τιμοθέου. Ἀλώπηξ ἐντεῦθεν εἰσήχθω μεθ’ ὧν οἶδε πολλῶν ἐπιτηδευμάτων. αὕτη γάρ, ἐπειδὰν τῷ λιμῷ πιέζηται, μηδὲν ἔχουσα τῶν παρὰ πόδας ἑλεῖν, τοιᾷδε μέτεισι τέχνῃ τὴν ἄγραν. ὑπτία μὲν εἰς πεδίον ἀνεῖται στόμα τε καὶ ὀφθαλμοὺς μύσασα καὶ τὸ πνεῦμα ἔνδον ἀπολαβοῦσα καὶ λως εἶναι νεκρὰ πείθουσα. τίς ἂν αὐτὴν εἴποι. ζῆν; ἀγέλαι γοῦν ὀρνίθων ἴσα δὴ καὶ τεθνηκυῖαν αὐτὴν περιπέτονται, καὶ τοῖς ὄνυξι διαξαίνουσι τὴν δοράν. αὕτη δὲ ἐπειδὰν αἴσθηται προσάγον αὐτῇ τὸ θήραμα καὶ ἕτοιμον εἶναι λαβεῖν, ἥρηκεν εὐθὺς ἐγχανοῦσα, καὶ ἅμα συνέσχε πλείους.