Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 402
Not analysed yet
(402) Κυνῶν δὲ καὶ ἀνδρῶν φεύγουσα θήραμα πολλαχοῦ τῆς γῆς διανοίγει πόρους, ἐφ’ ἦπερ αὐτὴ τὰ ἤθη τυγχάνει ἔχουσα, ὑπονόμους τε διέτεινε μακροτάτους, οἳ καὶ φεύγουσαν αὐτὴν ὑποδέχονται καὶ δι’ ὧν πολλάκις εἰσδύνουσα μυρίαν τοῖς κυσὶ παρέχει τὴν πλάνην. ἐγγὺς γὰρ αὐτὴ φαίνεσθαι προσδόκιμος οὖσα διὰ μακρᾶς ἄλλγῃ τῆς ὀπῆς ἀνεδόθη καὶ οὕτω ποικίλως ἔχουσα μάλα δυσχερῶς ἂν ἀλώπηξ ἀλῷη.