Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 406
Not analysed yet
(406) Βλαβερὰν δὲ αὐτὴν ἡ φύσις στάχυσιν ἔθηκε καὶ ἀμπέλοις. ἦρος γὰρ ὑπολάμποντος, ἡνίκα δὴ πρὸς γονὰς αἱ ἄρουραι διῳδήκασιν, ἐφ’ ᾧ περ αὕτη τοῦ χωρίου τύχῃ καλινδηθεῖσα, τούτου δὴ πάντως ἐσκλήρωσε μὲν τὰς ὠδῖνας, ἐξήμβλωκε δὲ τοὺς πούς, καὶ ὁ χῶρος οὗτος ἔρημός ἐστι, καὶ ἄγονος ἐν εὐκάρπῳ ὅλῃ κείσεται τῇ ἀρούρᾳ. ταύτῃ τοι καὶ ἐφ’ ἡμῶν τῶν ἀνθρώπων ἐν ᾧ δἂν μέρει συμβαίη τὴν κεφαλὴν φλέγματος αὐτὴν ὑποδραμόντος ἀπορρυῆναι τὰς τρίχας, ἀλωπεκίαν τοῦτο καλοῦμεν. ἰᾶται δὲ ὅμως αὐτὸ τὸ ἐκείνης στέαρ καὶ τρίχας ἀνάγει νεοθαλεῖς. τὸ δέρμα δ’ ἂν φοινιχθείη νίτρου αὐτῷ πρότερον πυκνῶς ἐπιπαττομένου.