Ancient Greek · ~6 min
407 to 414
Aristophanes of Byzantium, Historiae Animalium Epitome 407-414
Not analysed yet
(407) εἰ δὲ λέβης αὐτὴν διατήξει ζῶσαν ἐλαίου πλήρης ὧν ὅτι μάλιστα παλαιοῦ οὐ φαύλας ἂν χάριτας δοίη ἀνδρὶ ποδάγρᾳ πεπεδημένῳ. (408) Ἐκ τῆς Ἐξαημέρου τοῦ θείου Βασιλείου. Ἀλώπηξ Βέλει τρωθεῖσα τῷ δακρύῳ τῆς πίτυος ἑαυτὴν ἰᾶται. (409) Ἐκ τοῦ Ἀριστοφάνους. Δασύπους· ὁ δ’ αὐτὸς καὶ λαγλς λέγεται. οὗτος ὀχεύει μὲν πᾶσαν ὥραν, κύει δὲ κατὰ μῆνα καὶ τίκτει σκυμνία τυφλὰ καὶ θεραπεύει ὥσπερ ἡ κύων. ἐπιβαίνει δὲ συγκαθισάσης τῆς θηλείας, καθάπερ ὁ λέων· ἔστι γὰρ καὶ οὗτος τῶν ὀπισθουρητικῶν ζῷων. (410) διοιχθεὶς δὲ τὰ ἐντὸς ἔχει ὅμοια ὑί· τὸ δὲ ἤπαρ ἑξάλοβον, ἡ χολὴ μεγάλη, μέσῳ δὲ ἥπατι. ἔχει δὲ καὶ ὄρχεις μεγάλους καὶ κύστιν καὶ μήτραν δίκρουν καὶ κοτυληδόνα ἑκάστῳ ἐμβρύῳ προσκειμένην, καθάπερ ἐπὶ τῆς μυὸς εἴρηται. (411) Ἐκ τοῦ Αἰλιανοῦ, Ὅτι ὁ λαγλς ἐκπεπταμένοις τοῖς βλεφάροις καθεύδει. κατηγορεῖ δὲ αὐτοῦ τὰ ἔτη τρώγλας τινὰς ὑποφαίνων. φέρει δὲ καὶ ἐν τῇ νηδύι τὰ μὲν ἡμιτελῆ, τὰ δὲ δίνει, τὰ δὲ ἤδη αὐτῷ τίκτεται. (412) πρὶν ἢ δὲ δαταράξαι τὰ ἴχνη τὴν κοίτην τὴν συνήθη οὐ πρόεισι, πῇ μὲν εἰσιών, πῇ δὲ ἐξιών, ἴνα ἀφανίσγῃ τῶν θηρατῶν τὴν ἐπιβουλήν. (4134 Εἰσὶ δὲ λαγῷ ἐν Βισάλταις οἳ διπλδ τὰ ῆπατα ἔχουσιν, ὡς Θεόπομπος λέγει. (414) Ἔτι δὲ καὶ φιλότεκνος ὁ λαγώς, καταπτήσσει δὲ καὶ θηρία καὶ ὄρνεα, καὶ φωνὴν δὲ μόνην κοράκων καὶ ἀετῶν πτοεῖται, θάμνῳ δὲ καὶ δάσει κρύπτεται.