Ancient Greek · ~4 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 418
Not analysed yet
(418) Τοῦ αὐτοῦ ἐκ τοῦ πλάτους. Θηρευτοῦ δὲ ἀνδρὸς καὶ τὰ ἕτερα ἀγαθοῦ, οἴου μὴ ἂν ψεύδεσθαι, λόγον ἤκουσα, καὶ αὐτῷ πεπίστευκα, καὶ δὴ καὶ ταῦτα εἰρήσεται. τίκτειν γὰρ δὴ καὶ ἄρρενας λαγὼς ἔλεγε καὶ ἔχειν, παιδοποιεῖσθαί τε ἅμα καὶ ὠδίνειν, καὶ τῆς φύσεως μὴ ἀμοιρεῖν ἑκατέρας. καὶ ὡς ἐκτρέφει τεκλν ἔλεγε, καὶ ὡς ἀποτίκτει δύο που καὶ τρία, καὶ τοῦτο ἐμαρτύρει, καὶ δὴ καὶ τὸν κολοφῶνα ἐπῆγε τῷδε τῷ λόγῳ παντὶ ἐκεῖνον. θηραθῆναι γὰρ λαγλν ἂρρενα ἡμιθνῆτα, ἐξογκωθῆναι δὲ αὐτοῦ τὴν γαστέρα ἄτε ἔγκαρπον. ἀνατμηθῆναί τε αὐτὸν ὡμολόγει καὶ μήτραν πεφωρᾶσθαι καὶ τρεῖς λαγώς. τούτους οὖν ἀκινήτους τέως εἶναι ἐξαιρεθέντας καὶ κεῖσθαι οἱονεὶ κρέα ἄλλως· ἐπεὶ δὲ ὑπὸ τοῦ ἡλίου ἀλεαινόμενοι καὶ δὴ κατὰ μικρὸν ὑποθαλπόμενοι ἐξέτριψαν, ἀναφέροντες ἑαυτοὺς ἀνεβιώσκοντο, καί πού τις αὐτῶν καὶ ἐκινήθη καὶ μετὰ ταῦτα ἀνέβλεψε, τάχα δὲ καὶ γλῶτταν ἐπὶ τούτοις προὔβαλε καὶ στόμα ἀνέφῳξεν.