Ancient Greek
416 to 417
Aristophanes of Byzantium, Historiae Animalium Epitome 416-417
Not analysed yet
(416) Ἐστι δὲ λαγἀς μικρὸς τὴν φύσιν, καὶ οὐκ αὔξεται. κόνικλος ὄνομα αὐτῷ. ταύτην δὲ τὴν ἐπωνυμίαν Ἴβηρες Ἑσπέριοι ἔθεντο. τοότῳ δὲ ἡ μὲν χρόα παρὰ τοὺς ἑτέρους μέλαινα· ὀλίγην δὲ ἔχει τὴν οὐράν, τῶν ἄλλων ὅτι καὶ πλέον, ξηρὰν δὲ τὴν κεφαλὴν καὶ ἄσαρκον καὶ βραχυτέραν κατὰ (τὸ) πᾶν σῶμα, τὰ δὲ λοιπὰ τοῖς ἄλλοις ὅμοιος. (417) Λαγῷ δὲ ἐν τοῖς αὐτοῖς χωρίοις πολλοὶ ὁρώμενοι εὐδίαν σημαίνουσι.