Ancient Greek · ~6 min
420 to 427
Aristophanes of Byzantium, Historiae Animalium Epitome 420-427
Not analysed yet
(420) Αἰλιανοῦ, Ὅτι ἡ Βοιωτῶν γῆ ἀσπαλάκων χηρεύει, καὶ ἀλλαχόθεν ἀσπάλαξ εἰσκομισθεὶς ἐκεῖ ἀποθνήσκει. περὶ δὲ τὴν Ὀρχομενίων μενίων γῆν γίνονται πολλοὶ ἀσπάλακες. (421) Ἐκ τοῦ Τιμοθέου. Ζοφερόν τι ζῷον, φασίν, ὁ ἀσπάλαξ, τυφλὸν καὶ ἀνήλιον. τοῦτο δὲ ὑπὸ γῆν ἕρπον τὰς τῶν φυτῶν διατρώγει ῥίζας καὶ ξηραίνει αὐτὰ καὶ οὐκ ἐνεργὰ τοῦ λοιποῦ τίθησι. (422) θηρεύονται ρεύονται δὲ πρὸς τῶν γηπόνων, πράσου τε ἢ κρομμύου πνοῇ τῶν φίλων ἀναδύντες βερέθρων. (423) λέγεται μὲν οὖν αὐτὸν εἶναι τὸν Φλνέα ὅς ὑπὸ Ἡλίου τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς εἰς ἀσπάλακα μετεβλήθη, ζῷον οὐδ’ ὅλως τὸν ὑπὸ γῆν ζόφον ἀπολιπεῖν ἀνεχόμενον. ὅθεν εἴ ποτε αὐτὸν θεάσαιτο Ἥλιος, ἀδυνάτως ἔχει τοῦ λοιποῦ τὴν γῆν ὑποδῦναι, πλανᾶται δὲ οὕτω τὸν συνήθη σκότον ἐπυζητῶν καὶ τὸ φίλον πᾶσι φῶς ἀποτετραμμένος. τετραμμένος. (424) Ἀριστοφάνους. Ἐχῖνος ὁ χερσαῖος πόδας μὲν ἔχει πενταδακτύλους, καθάπερ καὶ ἡ ἄρκτος, ῥύγχος ὑός, ὀδόντας οὕς μὲν προβάτου, οὕς δὲ κυνός· μαστοὺς ἑπτά, εἰς τὰ δεξιὰ πέντε καὶ εἰς τὰ ἀριστερὰ δύο· κέρκον μικρὰν καὶ αἰδοῖον ὑποκείμενον· τῆς δὲ μήτρας τὸ αἰδοῖον ὑός. (425) ἀνατμηθεὶς δέ, γλῶσσαν μὲν οὐκ ἔχει μεγάλην, τὰ δ’ ἄλλα σπλάγχνα ὅμοια ὑί, σπλῆνα δὲ λίαν μέλανα, ὅμοιον τῷ τοῦ ἵππου. (426) τοὺς δὲ ὄρχεις ὁ ἄρρην ἔχει ἔσω πρὸς τῇ ὀσφύι καθάπερ οἱ ἀλεκτρυόνες· ἡ δὲ θήλεια τὴν ὑστέραν δίκρουν. (427) λέγεται δὲ τὸ ζῷον τοῦτο προμεταβάλλειν τὰς ἰδίας ὀπάς, καὶ ὅταν μὲν βόρεια μέλλῃ πνεῖν, εἰς τὰ νότια, ὅταν δὲ νότια εἰς τὰ βόρεια. ὅθεν κατανοήσαντά τινα τὸ γινόμενον τῶν ἐν Βυζαντίῳ προλέγειν τοῖς πολίταις τοὺς μέλλοντας ἀνέμους πνεῖν, καὶ οὕτω δόξαν ἀπενέγκασθαι οὐ τὴν τυχοῦσαν.