Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 428
Not analysed yet
(428) Αἰλιανοῦ. Ἐχῖνον τὸν χερσαῖον οὐκ ἄσοφον οὐδ’ ἀμαθῆ ταμείας τῆς ἐς τὴν χρείαν ἡ φύσις ἐποίησεν. ἐπεὶ γὰρ δεῖται τροφῆς διετησίου, τὰ δὲ ὡραῖα οὐ πᾶσα ὥρα δίδωσιν, ἑαυτὸν ἐν ταῖς τρασιαῖς κυλίειν φασὶ καὶ τῶν ἰσχάδων τὰς πεπανθείσας, αἳ πολλαὶ πήγνυνται ταῖς. ἀκάνθαις, ἡσυχῇ κομίζει καὶ ἀποθησαυρίσας φυλάττει, καὶ ἔχει λαβεῖν ἐκτοῦ φωλεοῦ, ὅτε πορίσαι οὐχ οἷόν τε ἔξωθέν ἐστιν. (429 Ἓν τῶν βασκάνων ζφῴων καὶ ὁ ἐχῖνος ὁ χερσαῖος εἶναι πεπίστευται. ὅταν οὖν ἁλίσκηται, πσραχρῆμα ἐνούρησε τῷ δέρματι καὶ ἀ⟨χρεῖο⟩ν ἀπέφηνεν αὐτό. δοκεῖ δὲ εἰς πολλὰ ἐπιτήδειον.