Ancient Greek · ~8 min
445 to 458
Aristophanes of Byzantium, Historiae Animalium Epitome 445-458
Not analysed yet
(445) Ἐκ τῆς Ἑξαημέρου τοῦ θείου Βασιλείου. Βόες κατακεκλεισμένοι χρονίως ἐν ὥρᾳ χεμερινῇ ἤδη ποτὲ τοῦ ἔαρος προσιόντος τῇ φυσικῇ αἰσθήσει τὴν μεταβολὴν ἐκδεχόμενοι ἐκ τῶν βοοστασίων πρὸς τὰς ἐξόδους ὁρῶσι πάντες ὑφ’ ἑνὶ συνθήματι μεταβαλόντες τὸ σχῆμα. (446) Ἀριστοφάνους. Ἡ κάμηλός ἐστι μὲν χαυλιόδους καὶ διχηλὴ καὶ ὀπισθουρητική, βαδίζει δὲ κατὰ σκέλος, καθάπερ καὶ ὁ λέων. (447) ἔχει δὲ ἡ κάμηλος ἐπὶ τοῦ νώτου τὸν καλούμενον ὕβον· αἱ δὲ Βακτριαναὶ κάμηλοι δύο ὕβους ἐπὶ τοῦ νώτου ἔχουσιν. (448) ἔχει δὲ καὶ ἀστράγαλον ἐν τοῖς ὀπισθίοις σκέλεσι καθάπερ πάντα τὰ διχηλά. (449) ἔχει δὲ καὶ ἡ θήλεια θηλὰς μὲν τέσσαρας, μαστοὺς δὲ δόο καὶ γάλα λεπτότατον πάντων τῶν ζῷων. (450) ἔχει δὲ καὶ τὸ αἰδοῖον ὁ ἄρρην ἔξω βλέπον, ὃ ἐν τῇ ὀχείᾳ γίνεται μακρὸν καὶ λεπτόν, ὅμοιον νεύρῳ· χρῶνται γοῦν τινες αὐτῷ εἰς τὰ τόξα. (451) ἀνατμηθεῖσα δὲ Ἀραβία κάμηλος ἦπαρ ἔχει φολιδωτὸν καὶ μακρὸν καὶ ἐξοχὰς ἔχον μικράς· χολὴν δὲ οὐκ ἔχει θεωρητήν, τύπον δέ τινα χολώδη οὐ καὶ γευόμενοι χολῆς ἀντιλαμβανόμεθα. (452) ἔχει δὲ καὶ ἡ κάμηλος κοιλίας τέσσαρας. (453) ἄρχεται δὲ ὀχεύειν καὶ ὀχεύεσθαι τριετὴς γενομένη. ὀχεύει δὲ τῆς θηλείας συγκαθισάσης· ἐπιβαίνει δὲ ὁ ἄρρην καὶ ἀντιστρέψας τὸ αἰδοῖον, ἅτε μακρὸν ὑπάρχον, ἐνίησι, καὶ διατελεῖ ὀχεύων ἡμέραν μίαν. (454) κύει δὲ μῆνας δέκα, τῷ δὲ ἑνδεκάτῳ τίκτει, καὶ πάλιν διαλιποῦσα ἐνιαυτὸν σκυζᾷ. (455) κάμνουσι δὲ αἱ κάμηλοι νοσήμασι δυσί, στρόφῳ καὶ λύσσῃ, τουτέστι μανίᾳ, καὶ τούτοις ἀναιροῦνται. (456) χαίρει δὲ ἡ κάμηλος ποτῷ μὲν θολερῷ, τροφῇ δὲ βουκέρατι, τουτέστι τίλει. (457) λέγεται δὲ ἅς οὐκ ἀναβαίνει ὁ κάμηλος (ἐπὶ) τὴν μητέρα, ἀλλὰ κἂν βιάσηταί τις φεύγει. καὶ τὸν παραλογισάμενον δέ ποτε καμηλίτην, ἐπεὶ κατεκάλυψε τὴν μητέρα, ὕστερον ἐπιγνούς, δάκνων ἀπέκτεινεν. (458) ἐκτέμνονται δὲ οἱ ἄρρενες καὶ θλῶνται αἱ θήλειαι τὰς λεγομένας καπρίας, τουτέστι τὰς ἐντὸς τῶν περιττωμάτοων τῆς κύστεως ἐπανεστώσας σάρκας. τοῦτο δὲ γίνεται ὅταν εἰς πόλεμόν τις βούληται αὐταῖς χρήσασθαι· οὐδὲ γὰρ ἔτι συλλαμβάνουσι.