Ancient Greek
459 to 464
Aristophanes of Byzantium, Historiae Animalium Epitome 459-464
Not analysed yet
(459) ζῶσι δὲ αἱ κάμηλοι ἔτη πεντήκοντα, αἱ δὲ Βακτριαναὶ ἑκατόν. (460) Αἰλιανοῦ. 0ἱ κάμηλοι ἐμφανῶς ταῖς θηλείαις καμήλοις οὐχ ὁμιλοῦσιν· ἀλλὰ καὶ ὁ νομεὺς ἀπαλλάττεται, ὅταν αἴσθηται αὐτοὺς πρὸς ἀλλήλους ἰόντας. (461) ἵπποι δὲ αὐτὰς δεδοίκασιν, εἰ μὴ συντραφῶσιν. (462) οἱ δέ γε ραγαραῖοι ἔχουσι καμήλους ταχυτάτας καὶ πολεμιστὰς ἔχουσιν αὐτούς. (463) Ὕδωρ δὲ διωιδὲς πιεῖν μισεῖ. ἀφικνουμένη δὲ εἰς λίμνην ἢ ποταμόν, εἰ μὴ ταράξῃ, οὐ πίνει. μένει δὲ ἄποτος ἡμέρας ὀκτώ. (464) Ἐν δὲ Κασπίᾳ κάμηλοι αἱ μέγισταί εἰσι κατὰ τοὺς ἵππους τοὺς μεγίστους, εὔτριχες δὲ ἅμα καὶ ἁπαλότριχες ὼς καὶ τοῖς Μιλησίοις ἐρίοις ἀντικρίνεσθαι τῇ μαλακότητι. οὐκοῦν ἐκ τούτων οἱ ἱερεῖς ἐσθῆτα σἀμφιέννυνται καὶ οἱ τῶν Κασπίων πλουσιώτατοι καὶ δυνατώτατοι. xαμήλου κρέας ἥδεται λέων ἐσθίων μᾶλλον τῶν ἄλλων, καὶ κάμηκον εἰ θεάσηται, ἐπ’ αὐτὴν πηδᾷ ἐπιθυμίᾳ βρώσεως.