Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 46-2
Not analysed yet
(46) Ὅτι τῶν στενῶν ἐπέκεινα, φησί, τῶν συγκλειόντων τὴν Ἀραβίαν καὶ τὴν ἀπέναντι χώραν νῆσοι κεῖνται σποράδες, ταπειναὶ πᾶσαι, μικραὶ τῷ μεγέθει, τὸ πλῆθος ἀμύθητοι, καρπὸν οὐδένα γεννῶσαι πρὸς τὸν βίον, οὔτε ἥμερον οὔτε ἄγριον, ἀπέχουσαι μὲν τῆς εἰρημένης ἠπείρου σταδίους ὡς ἑβδομήκοντα, τετραμμέναι δὲ πρὸς τὸ δοκοῦν πέλαγος παρεκτείνειν τὴν Ἰνδικὴν καὶ |Γεδρωσίαν. ἐνταῦθα κῦμα μὲν οὐ γίνεται, ἀλλ᾿ ἄλλη μὲν. ἄλλης προκαθημένη τὸν κλύδωνα τοῖς ἀκρωτηρίοις λαμβάνει· ἀέρων δὲ τὸν ἄριστον δοκοῦσιν ἔχειν. ταύτας ἄνθρωποι κατανέμονται ζῶντες βίον τοιοῦτον. ἐν τῷ παρήκοντι πελάγει, τραχεῖ τε καὶ χειμερίῳ ὑπάρχοντι τελείως, γίνεται τῷ πλάτει καὶ τῷ μεγέθει πλῆθος ἄπιστον χελωνῶν ἃς θαλαττίας πάντες νομίζομεν. αὖται νυκτὸς μὲν ἐν τῷ βυθῷ νέμονται, καὶ ἡμέρας διὰ τὴν ἐν ταῖς νήσοις ἡσυχίαν καὶ γαλήνην ἀφικόμεναι κοιμῶνται, καὶ τοῦτο ποιοῦσι πρὸς τὸν ἥλιον μετέωροι, ταῖς κατεσκευασμέναις πορθμίσιν ὁμοιοπαθεῖς. ταύτας κατ᾿ ἐκεῖνο καιροῦ 〈οἱ〉 ἐπιχώριοι τέχνῃ καὶ σπουδῇ καὶ μερίμναις εἰς τὴν χέρσον ἐκβαλόντες, τὰ μὲν ἐντὸς ἅπαντα σιτοῦνται βραχὺν παροπτήσαντες ἐν τῷ καύματι χρόνον, τοῖς δὲ κύτεσι χρῶνται τὰς σκηνώσεις, καθιστῶντες οἱονεὶ καλύβας ἐφ᾿ ὑψηλοῖς τόποις πρηνεῖς· καὶ πρὸς τοὺς διάπλους δὲ ὑδρείας ἕνεκα κέχρηνται αὐτοῖς, ὥστε εἶναι τὸ αὐτὸ ναῦν, οἰκίαν καὶ ἀγγεῖον καὶ τροφὴν τοῖς εἰρημένοις ἀνθρώποις.