Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 45-2
Not analysed yet
(45) Περὶ ἐνίων ἄπορον παρεχόντων τὸν ὅθεν ἐπῳκήκασι τρόπον. Ὅτι, φησίν, ἐνίους τῶν ἀπὸ τῆς θαλάττης σιτουμένων μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχειν παραδοξότερον καὶ εἰς λογικὴν καταχωρῆσαι πίστιν οὐ ῥᾴδιον. οὔτε γὰρ πόθεν εἰς τὸν χῶρον, ἐν ᾧ οἰκοῦσιν, ἀφίκοντο ἔστιν ἐπιγνῶναι οὔτε ὅπως, λισσῆς μὲν πέτρας ἄνωθεν ἐπεζευγμένης, ἐκ πλαγίου δὲ κρημνῶν ἀφαιρουμένων τὰς παρόδους, τὴν δὲ ἀπέναντι πᾶσαν ὁρίζοντος, ὃ καὶ πεζῇ μὲν ἐλθεῖν παντελῶς, ὡς εἶπον, ἀδύνατον, σχεδίαις δὲ ὁμοίως ἀπορίᾳ τῶν παῤ ἡμῖν ἐξ ἴσου ἄπορον. τούτων δὲ ὑφεστώτων, φησί, λοιπὸν εἰπεῖν ὡς αὐθιγενεῖς εἰσι μνήμην τοῦ πρώτου σπέρματος οὐ λαβόντες, ἀεὶ δὲ ὑπάρχοντες ὃν τρόπον ἔνιοι τῶν καλουμένων ὡρίσαντο φυσικῶν.