Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 472
Not analysed yet
(472) λόγος δὲ κεκράτηκεν εἰς ἀκοὴν ἐμμελής, ὡς ἀνὴρ κάμηλον πιστευθείς, παραμένων αὐτῇ καὶ τῷ σταθμῷ προσκαθεύδειν συνειθισμένος, ἐπειδὴ ταύτην τύψειεν οὕτω συμβάν, σοφὸς ὧν ἄρα καὶ εἰδώς ὅπως ἔχει τὸ ζῷον ὀργῆς, ἀστείως ἄγαν τὸν κίνδυνον ὑποφεύγει. ὡς γὰρ ἤδη νὺξ ἧν, καὶ ὁ κάμηλος εἰς τὴν εὐνὴν ὑπέβλεπεν ὑπνοῦντα τὸν ἄνδρα προσδεχόμενος, κατακλιθῆναι μὲν αὐτὸς προσποιεῖται, ἀσκὸν δὲ ὑπόπλεω πνεύματος συγκρύψας εἰς τὴν εὐνὴν ἠρέμα τε ὑπανίσταται, καὶ ἡσύχως ἑαυτὸν ὑπεξάγει, εἶτα μετέωρός που γενόμενος ἀπεσκόπει τὸ μέλλον. ἡη δὲ πρόσεισι μὲν τῇ κοίτῃ τῷ ὑβρικότι ἐπιβουλεύουσα, ὡς δ’ αὐτὸν μὲν οὐχ εὕροι, τὸν δὲ ἀσκὸν ὥσπερ εἰς χλεύην αὑτῆς ἐγκείμενον, τῷ θυμῷ πιμπραμένη τὸν μὲν ἐς ὕψος ἀκοντίζει, τῇ φάτνῃ δὲ τὴν κεφαλὴν προσαράξασα, μόλις γοῦν τῷ θανάτῳ παύσασθαι τῆς ὀργῆρ.